Bulgarian English
home
news
holy scripture
liturgy
lifes
sources І-ІІІ c.
sources ІV-VІІІ c.
sources after VІІІ c.
research
gallery
contacts
donate
signup
installation
Patrologia orientalis
Patrologia graeca
Contra Acindynistas
Written by Τοῦ σοφωτάτου καὶ πανιερωτάτου Γρηγορίου τοῦ Παλαμᾶ   

Текст издаден от R. E. S i n k e w i c z в "S t u d i e s and T e x t s", том 83, Торонто, 1988, с. 263‐269.


Ῥῆσις ἐκ τῶν Θησαυρῶν τοῦ ἁγίου Κυρίλλου· κεῖται δὲ
παρακεχαραγμένη, καθάπερ αὐτὴν οἱ Ἀκινδυνιανοὶ προήνεγκαν,
κατασκευάζοντες ἐκ ταύτης μηδὲν διαφέρειν τῆς θείας οὐσίας
τὴν θείαν ἐνέργειαν·
Εἰ ἔχειν ἐν ἑαυτῷ ζωὴν λέγεται ὁ πατήρ, ἕτερόν τί ἐστιν αὐτὸς (5)
παρὰ τὴν ἐν αὐτῷ ζωήν; διπλόη τις ὥσπερ καὶ σύνθεσις περὶ
αὐτὸν νοηθήσεται. πῶς οὖν ἁπλοῦς καὶ ἀσύνθετος κατ’ οὐσίαν ὁ
θεός; ἀλλὰ τοῦτο ἄτοπον. ζωὴ ἄρα ἣν ὁ πατὴρ ἔχει ἐν ἑαυτῷ
οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν υἱόν· καὶ πάλιν, ἡ ἐν υἱῷ ζωὴ οὐχ
ἑτέρα τίς ἐστι παρὰ τὸν πατέρα, καὶ ἀληθεύει ὁ λέγων, «ἐγὼ ἐν (10)
τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.»
Τοῦ σοφωτάτου καὶ πανιερωτάτου καὶ ὑπερτίμου ἀρχιερέως
Θεσσαλονίκης κυροῦ Γρηγορίου τοῦ Παλαμᾶ·
Πρὸς τὸν παρὰ τῶν Ἀκινδυνιανῶν λαβόντα τὴν ῥῆσιν ταύτην
καὶ πρὸς αὐτὸν ἀποστείλαντα. (15)

(1.) Ἀντιλέγων ὁ θεῖος Κύριλλος τοῖς λέγουσιν, ὅτι ὁ υἱὸς οὐκ
ἔστιν ὅμοιος τῷ πατρί, ἀλλὰ καὶ μετὰ τὸν πατέρα ἐστίν, ὡς οὐχὶ
κατὰ φύσιν, ἀλλ’ ἐπείσακτον καὶ κατὰ μετοχὴν καὶ κατὰ
προσθήκην ἔχων τὸ ζῇν καὶ τὴν ζωήν, καὶ ὡς λαμβάνων καὶ
δεχόμενος ταύτην παρὰ τοῦ πατρός, κατὰ τὸ γεγραμμένον· (5)
ὥσπερ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ
ζωὴν ἔχειν ἐν ἑαυτῷ· τοῖς οὖν τὸ εὐαγγελικὸν τοῦτο νοοῦσιν
οὕτω δυσσεβῶς ἀντιλέγων ὁ θεῖος Κύριλλος· ἐπεὶ ζωὴ μὲν ὁ @1
θεὸς καὶ κατὰ τὴν ἐνέργειαν λέγεται, ὡς ζωοποιῶν τὰ ζῶντα·
αὐτὸς γάρ ἐστιν ἡ ζωὴ τῶν κατὰ φύσιν ζώντων, ὡς τῆς φύσεως (10)
κτίστης, ἀλλὰ καὶ τῶν θείως ζώντων, ὡς χορηγὸς τῆς χάριτος.
λέγεται δὲ καὶ ζωὴ αὐτὸς καθ’ ἑαυτόν, οὐ πρὸς ἕτερον, ἀλλ’
ἀφέτως τε καὶ ἀπολελυμένως πάντῃ. θέλων ὁ θεῖος Κύριλλος
δεῖξαι ὅτι ὁ υἱὸς οὐδὲν καθ’ ἑκάτερον τούτων διαφέρει τοῦ
πατρὸς καὶ ὅτι τὸ παρὰ τοῦ πατρὸς δέχεσθαί τι τὸν υἱὸν οὐ (15)
μετὰ τὸν πατέρα δείκνυσιν εἶναι τὴν οὐσίαν τοῦ υἱοῦ, πολλὰ
πρὸς ἕκαστον τούτων συνεγράψατο· ἅπερ οἱ ἐκπεσόντες δικαίως
τοῦ τῆς διακρίσεως πνεύματος, ὡς ἀθετήσαντες τὴν τῆς θείας
οὐσίας καὶ ἐνεργείας διάκρισιν ἀδιακρίτως ὁρῶντες, κακῶς
συμφύρουσιν. ἡμεῖς δέ σοι ζητοῦντι νῦν, ὡς ἐν ἐπιτόμῳ κατὰ τὸ (20)
ἐγχωροῦν τῷ φωτὶ τῆς διακρίσεως ἰδίᾳ κείμενον, φανερώσομεν
ἕκαστον, καὶ τὸ δυσσεβὲς τῶν ἐξ ἀδιακρίτου ζόφου πρὸς ἡμᾶς
ἀντιλεγόντων ἀπελέγξομεν.

(2.) Πρὸς μὲν οὖν τὸ τελευταῖόν φησιν ὁ θεῖος Κύριλλος· οὐκ
ἐν τῷ δέχεσθαί τι τὸ εἶναι ἔχει, ἀλλ’ ὂν δέχεταί τι. καὶ
συμπεραίνων ἐπάγει· οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ πατρὸς
ἀναγκάσει δεύτερον εἶναι τῷ χρόνῳ κατ’ οὐσίαν τὸν υἱόν· τὴν
ζωὴν ἐνταῦθα, ἣν ἔχει ὁ πατὴρ καὶ ἣν ὁ υἱὸς παρὰ τοῦ πατρὸς (5)
λαμβάνει, μὴ εἶναι τὴν οὐσίαν ἐκδεχόμενος. κατασκευάζων μὲν
οὖν, ὅτι κατὰ τὴν οὐσίαν οὐ χρόνῳ δεύτερος ὁ υἱὸς τοῦ πατρὸς
ἐκ τοῦ λαμβάνειν δείκνυται, καὶ ἕτερα παραπλήσια προσεξεῦρεν
ἐπιχειρήματα. δεικνὺς δέ, ὡς εἰ καὶ πρὸς τὰ ζῶντα λέγεται ζωὴ
ὁ υἱὸς κατ’ ἐνέργειαν, ὡς ζωοποιῶν αὐτὰ καὶ ζωὴ καλούμενος (10)
αὐτῶν, οὐδὲ κατὰ τοῦτό ἐστιν ἀνόμοιος τῷ πατρί, ἀλλὰ κατὰ
φύσιν ἔχει τὸ ζωὴ εἶναι τούτων καὶ ζωοποιεῖν αὐτὰ καθὰ καὶ ὁ
πατήρ, γράφει προϊών· εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ υἱός, πῶς
ἐπαληθεύσει λέγων· «ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον·»
καὶ πάλιν, «τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς, κἀγὼ (15)
δίδωμι αὐτοῖς ζωὴν αἰώνιον·» καὶ μετά τινα, ὡς φύσει
προσοῦσαν αὐτῷ τὴν ζωὴν καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν
αὐτῷ δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς οὖν
ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν υἱὸν εἰληφέναι δὲ ταύτην παρὰ
τοῦ πατρός; ποῦ εἰσιν οἱ φρενοβλαβῶς, ἡνίκ’ ἂν ἀκούσωσι (20)
φυσικῶς προσεῖναι τῷ θεῷ ζωήν, τὴν αὐτοῦ ταύτην εἶναι
λέγοντες οὐσίαν· οὐ γὰρ τὴν αὐτοῦ οὐσίαν τοῖς πιστοῖς ἡμῖν
παρέχει ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον· ἄπαγε τῆς
ἀσεβείας.

(3.) Ἀλλὰ καὶ διὰ τῶν ἑξῆς οὐχ ἧττον ἐντρεπέσθωσαν,
τελευταῖον γὰρ τοῦ κεφαλαίου τούτου ὁ αὐτός φησι· πάντα τὰ
τοῦ πατρὸς κατὰ φύσιν ὁ υἱὸς ἐπάγεται· ἓν δὲ τῶν προσόντων
τῷ πατρὶ καὶ ἡ ζωή. τὸ γοῦν εἰπεῖν ἓν τῶν προσόντων τῷ πατρί,
πολλὰ εἶναι τὰ προσόντα τούτῳ φανερῶς ἀπέδειξεν. εἰ γοῦν ἡ (5)
ζωὴ αὕτη ἡ οὐσία τοῦ θεοῦ ἐστι, πολλὰς κατὰ τοὺς οὕτω
φρονοῦντας οὐσίας ἔχει ὁ θεός. ὁ δὲ θεῖος Κύριλλος, καὶ ἀπὸ
τοῦ ἓν εἰπεῖν τῶν προσόντων τῷ πατρὶ καὶ ἡ ζωή, παρέστησεν
ὅτι ζωὴν ἐνταῦθα οὐ τὴν οὐσίαν ὀνομάζει τοῦ θεοῦ. φέρε δ’
ὅμως καὶ ἐπὶ λέξεως αὐτὸν προενέγκωμεν πολλὰ ταῦτα λέγοντα (10)
τὰ οὕτω προσόντα τῷ θεῷ. προϊὼν οὖν ἐπὶ τῆς αὐτῆς ὑποθέσεως,
πολλά, φησί, προσεῖναι λέγεται τῷ πατρὶ πλεονεκτήματα, ἀλλ’
οὐ τούτων ἔσται γυμνὸς ὁ υἱός. θέλων δὲ δεῖξαι καί τινα τῶν
προσόντων τούτων πλεονεκτημάτων τῷ πατρί, προήγαγε τὸν
Παῦλον λέγοντα· ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ· ὁρᾷς, ὡς (15)
οὐδὲν τῶν προσόντων τῷ θεῷ οὐσία ἐστί; πῶς γὰρ ἂν εἴη τὸ
ἄφθαρτον καὶ τὸ ἀόρατον καὶ ἁπλῶς πάντα τὰ ἀφαιρεματικὰ
καὶ ἀποφατικά, ὁμοῦ τε ἢ χωρὶς ἕκαστον, οὐσία; οὐδεμία γὰρ
οὐσία, ὅτι μὴ τόδε ἢ μὴ τάδε ἐστί. τούτοις δὲ καὶ τὰ προσόντα
τῷ θεῷ καταφατικῶς συνταττόμενα παρὰ τῶν θεολόγων, (20)
δείκνυται μηδὲν αὐτῶν δηλοῦν τὴν οὐσίαν τοῦ θεοῦ, εἰ καὶ πᾶσι
τοῖς τούτων ὀνόμασιν, ὡς παντάπασιν ἀνωνύμου τῆς ὑπερου-
σιότητος ἐκείνης οὔσης, ἐπ’ αὐτῆς ἡνίκ’ ἂν δέῃ χρώμεθα. πρός
γε μὴν τῇ δυσσεβείᾳ καὶ ἀμαθίας ὑπερβολὴν οὐκ ἐλλείπει τὸ
λέγειν τὸ ὂν καὶ τὸ προσὸν ταὐτόν, εἰ μὴ ἄρα κατά τι. πολλῷ (25)
δ’ ἔτι μᾶλλον ἀνοητότερον κατὰ μηδὲν διαφέρειν λέγειν τὸ ὂν
καὶ τὰ προσόντα, ταὐτὸ δ’ εἰπεῖν, τὸ ἓν καὶ τὰ πλείω τοῦ ἑνός.
ἀδύνατον γὰρ πάντῃ τε καὶ πάντως καὶ ἀλόγιστον ἓν εἶναί τι
καὶ πλείω κατὰ τὸ αὐτό.

(4.) Καὶ μὴν τὰ προσόντα, ἐξ ἀνάγκης ζητεῖται τίνι πρόσεστι.
καὶ εἰ μηδενί, οὐδὲ προσόντα ἐστίν· οὐκοῦν οὐδὲ προσόντα τὰ
προσόντα ἐστίν. εἰ δ’ ἑνί τινι πρόσεστι τὰ προσόντα, τοῦτο δέ
ἐστιν ἡ οὐσία, μηδὲν δ’ αὕτη πάντῃ κατ’ αὐτοὺς διαφέρει
ἑκάστου τε καὶ ὁμοῦ πάντων τῶν προσόντων, τὰ δὲ προσόντα (5)
πολλά, ἡ μία οὐσία ἐκείνη πολλαὶ ἔσονται οὐσίαι καὶ τὸ ἓν
ἐκεῖνο κατ’ οὐσίαν πολλὰ ἔσται κατὰ τὴν οὐσίαν καὶ πολλὰς
οὐκοῦν οὐσίας ἔχει. εἰ δὲ καὶ ἕν ἐστι καὶ πολλὰς οὐσίας ἔχει,
σύνθετόν ἐστι κατὰ πᾶσαν ἀνάγκην. τούτων οὖν τῶν ἐπὶ τοσοῦτο
δυσσεβῶν ἀγνοημάτων, ὁ θεῖος Κύριλλος ἐξαιρούμενος τοὺς (10)
πειθομένους, ἐν αὐτοῖς τοῖς Θησαυροῖς φησιν· εἰ ὅπερ ἂν
ὑπάρχῃ μόνῳ τῷ θεῷ, τοῦτο πάντως αὐτοῦ ἔσται καὶ οὐσία, ἐκ
πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται· πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν
αὐτῷ κατὰ φύσιν ὑπάρχει, ἑτέρῳ δὲ τῶν ὄντων οὐδενί· καὶ
πάλιν, εἰ σύνθετον οἴεσθε τὸν θεὸν γίνεσθαι διὰ τὸ φύσιν ἔχειν (15)
καὶ κρίσιν ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο· ἔχει τὸ γεννᾶν ὁ
πατὴρ φυσικῶς· ἔχει καὶ τὸ κτίζειν δι’ υἱοῦ δημιουργικῶς, καὶ
οὐ παρὰ τοῦτο σύνθετός ἐστι· μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα
καρπός. ὁ δ’ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ τοῦ
ἀφθάρτου καὶ ἀοράτου καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει. (20)
(5.) Ἀλλὰ γὰρ ἐπανέλθωμεν εἰς ὃ προεθέμεθα τὴν ἀρχήν. ἐπεὶ
γὰρ ὁ θεῖος Κύριλλος καὶ τοῦτο παρέστησε διὰ πολλῶν, ὡς εἰ
καὶ ζωή ἐστι καὶ ζωὴν ἔχειν λέγεται κατ’ ἐνέργειαν ὁ υἱός, ὡς
ζωοποιῶν ἡμᾶς καὶ ζωὴ τῶν ζώντων ὤν, οὐκ ἔστιν ἀνόμοιος καὶ
κατὰ τοῦτο τῷ πατρί, καὶ οὗτος γὰρ ζωοποιεῖ· θέλων (5)
προσαποδεῖξαι, ὡς καὶ εἰ μὴ πρὸς ἕτερόν τι, ἀλλὰ καὶ ἀφέτως
πάντῃ καὶ ἀπολύτως ζωὴ καὶ ζωὴν ἔχειν λέγεται ὁ υἱός, ἀλλ’
οὐδ’ οὕτως ἀνόμοιός ἐστι τῷ πατρὶ κατὰ τὴν ζωήν· ἐπειδήπερ
ἡνίκα μὴ ζωὴν ἡμῶν ὡς ἡμᾶς ζωοποιοῦντα τὸν θεὸν λέγομεν,
ἀλλ’ ἀφέτως πάντῃ καὶ ἀπολελυμένως, τηνικαῦτα τὴν οὐσίαν (10)
αὐτοῦ καλοῦμεν ἀπὸ τῆς κατὰ τὴν φύσιν αὐτῷ προσούσης
ἐνεργείας, ὥσπερ καὶ σοφίαν καὶ ἀγαθότητα καὶ τἄλλα πάντα,
φησίν, ὡς ὅταν οὕτως λέγωμεν ζωὴν ἔχειν ἐν ἑαυτῷ τὸν πατέρα,
ζωὴν τότε καλοῦμεν τὸν υἱόν, ἕτερον τοῦ πατρὸς ὄντα κατὰ
μόνην τὴν ὑπόστασιν, ἀλλ’ οὐχὶ κατὰ τὴν ζωήν. διὸ οὐδὲ (15)
σύνθεσίς τις καὶ διπλόη περὶ αὐτὸν νοεῖται. καὶ ὅτε πάλιν ζωὴν
ἐν ἑαυτῷ φαμεν ἔχειν τὸν υἱόν, τὴν ἀπολελυμένως ἐκείνην
νοουμένην, ζωὴν καλοῦμεν τὸν πατέρα· ζωὴ γὰρ ὢν οὐ πρὸς
ἕτερον, ἀλλ’ ἀφέτως αὐτὸς καθ’ ἑαυτόν, ὁ πατὴρ καὶ ὁ υἱὸς ἐν
ἀλλήλοις εἰσίν. αὐτὸς γὰρ εἴρηκεν, «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ (20)
πατὴρ ἐν ἐμοί.»

(6.) Ὅτι δὲ ζωὴν ἐν τῷ κεφαλαίῳ τούτῳ τὴν θείαν οὐσίαν
ὀνομάζει ὁ σοφὸς τὰ θεῖα Κύριλλος, τῷ ἀνωτέρω τούτου
δείκνυσιν· ὃ καὶ παρακεχαραγμένον καὶ παρακεκομμένον οἱ
ἀντιλέγοντες ἡμῖν προήνεγκαν· καὶ αὐτὸ τοῦτο παραστήσει τὸ
βιβλίον καὶ ἀρκεῖ τοῦτο αὐτοῖς πρὸς καταδίκην. τὸ δὲ τὸν θεῖον (5)
Κύριλλον καθ’ ἑαυτοῦ προάγειν, πῶς οὐ καταδίκης τῆς μεγίστης
πρόξενον; τὸ γὰρ νῦν μὲν τοῦτο, νῦν δ’ ἐκεῖνο λέγειν, ἀμφοτέρων
ὄντων ἀληθῶν, παντός ἐστι θεολογοῦντος εὐσεβῶς· τὸ δὲ
τἀναντία λέγειν ἑαυτῷ, οὐδενὸς τῶν νοῦν ἐχόντων. πῶς οὖν ὁ
καλῶς εἰπὼν ζωὴν ἔχειν κατὰ φύσιν τὸν υἱόν, ἣν δίδωσι τοῖς εἰς @1 (10)
αὐτὸν πιστεύουσι, κἀντεῦθεν δείξας ὅτι μὴ μόνον ἡ οὐσία τοῦ
θεοῦ λέγεται ζωή, ἣν οὐδεὶς λαμβάνει, ἀλλὰ καὶ ἡ κατὰ φύσιν
ἐνέργεια τούτου λέγεται ζωή, ἣν κατὰ χάριν ἔλαβον οἱ οὕτω
παρ’ αὐτοῦ ζωοποιηθέντες· ὡς καὶ σώζειν δι’ ἑαυτῶν, ταὐτὸ δ’
εἰπεῖν καὶ ἀπαθανατίζειν κατὰ πνεῦμα τοὺς μὴ κατὰ πνεῦμα (15)
ζῶντας πρότερον, ἔστι δ’ οὓς καὶ τῶν κατά τι μέλος ἢ καὶ κατὰ
πᾶν σῶμα νεκρῶν γεγονότων ἀνιστᾶν· πῶς οὖν ὁ καλῶς ταῦτα
καὶ σαφῶς δείξας πρὸς ἀναίρεσιν ἔπειτα τῆς θείας ταύτης
ἐνεργείας τὸ ζωὴν καλεῖσθαι τὴν οὐσίαν τοῦ θεοῦ προήνεγκεν;
καθάπερ οἱ νῦν τὰ τούτου βιαζόμενοι, μᾶλλον δὲ συκοφαν- (20)
τοῦντες, ἰσχυρίζονται.

(7.) Οὐ μὴν ἀλλ’ ἡμεῖς καὶ ζωὴν ἡμῶν κατ’ αἰτίαν τε καὶ κατ’
ἐνέργειαν ὁμολογοῦμεν εἶναι τὸν τοῦ θεοῦ υἱὸν καὶ ζωὴν εἶναι
τοῦτον αὐτὸν καθ’ ἑαυτὸν ἀσχέτως τε καὶ ἀπολελυμένως πάντῃ,
καὶ ἀκτίστως ἔχειν τοῦτον ἀμφότερά φαμεν, ὣς δ’ αὔτως καὶ τὸν
πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον. οὐκοῦν καὶ ἡ ζωὴ ἡμῶν αὕτη, (5)
παρ’ ἧς ὡς αἰτίας τῶν ζώντων ζωοποιούμεθα, οὐδὲν ἄλλο παρὰ
τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστι· κατ’
αἰτίαν γὰρ ὁ τρισυπόστατος ἡμῶν θεὸς ἡμῶν λέγεται ζωή· καὶ
εἰ μὴ κατ’ αἰτίαν οὐδὲ πρὸς ἕτερον, ἀλλ’ ἀσχέτως καὶ καθ’
ἑαυτὴν θεολογουμένη θεία ζωὴ οὐδὲν ἕτερον παρὰ τὸν πατέρα, (10)
ἀλλὰ δὴ καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν.

(8.) Ἐπεὶ δὲ καὶ ἐν ἀλλήλοις ἀσυγχύτως τε καὶ ἀφύρτως ὁ
πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιόν εἰσιν, ἣν ἔχει ὁ πατὴρ
ἐν ἑαυτῷ ζωήν, οὐχ ἕτερόν ἐστι παρὰ τὸν υἱόν, οὕτω δὴ καὶ ὁ
υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. οἱ δὲ νομίζοντες μηδὲν διαφέρειν
τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, ἐπειδήπερ οὐκ ἄλλος, ἀλλ’ (5)
αὐτός ἐστιν ἡ ζωὴ ἡμῶν καὶ αὐτὸς ὁ θεός ἐστιν ὁ μὴ πρὸς
ἕτερον, ἀλλὰ καθ’ ἑαυτὸν προαιώνιος ζωὴ ὑπάρχων, ἀσεβεῖς τέ
εἰσι καὶ ἀμαθεῖς. ἀμαθεῖς μέν, ἐπεὶ μήπω ἐδιδάχθησαν, ὅτι καὶ
ἡ ἀνωτάτω τριὰς οὐχ ἕτερος ἀλλ’ αὐτός ἐστιν ὁ θεός, καὶ ἡ
ἀνωτάτω μονὰς οὐχ ἕτερος ἀλλ’ αὐτός ἐστιν ὁ θεός· καὶ οὐδὲν (10)
ἐμποδίζει τοῦτο πρὸς τὸ διαφέρειν τῆς τριάδος τὴν μονάδα.
δυσσεβεῖς δέ, ὅτι δι’ ἀλλήλων ἀναιροῦσι καὶ τὴν οὐσίαν καὶ τὴν
ἐνέργειαν· τὸ γὰρ πρὸς ἕτερον οὐκ ἔστιν οὐσία καὶ τὸ καθ’
ἑαυτὸ πρὸς ἕτερον οὐκ ἔστιν. εἰ γοῦν ταῦτα μηδὲν διαφέρουσιν
ἀλλήλων, δι’ ἀλλήλων ἀναιροῦνται· μᾶλλον δὲ τοὺς μηδὲν (15)
διαφέρειν ταῦτα λέγοντας τοῦ καταλόγου τῶν θεοσεβῶν
ἐξαίρουσιν.
< Prev   Next >