|
Настоящият текст се публикува по изданието на Π. Κ. Χ ρ ή σ τ ο υ,
Γρηγορίου τοῦ Παλαμᾶ συγγράμματα, τ. Α΄. Θεσσαλονίκη, 1962, σ. 161‐175.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΑΣ ΠΑΡΑ ΤΟΥ ΒΕΚΚΟΥ ΥΠΕΡ ΛΑΤΙΝΩΝ
ΕΠΙ ΤΑΙΣ ΣΥΛΛΕΓΕΙΣΑΙΣ ΠΑΡ’ ΑΥΤΟΥ
ΓΡΑΦΙΚΑΙΣ ΧΡΗΣΕΣΙΝ ΕΠΙΓΡΑΦΑΣ ΑΝΤΕΠΙΓΡΑΦΑΙ
ΔΕΙΚΝΥΣΑΙ ΔΥΣΣΕΒΩΣ ΕΧΟΥΣΑΣ ΤΑΣ ΤΟΙΑΥΤΑΣ ΕΠΙΓΡΑΦΑΣ
ΚΑΙ ΑΝΤΙΘΕΤΟΥΣ ΟΥΣΑΣ ΤΑΙΣ ΣΥΝΕΙΛΕΓΜΕΝΑΙΣ (5)
ΤΩΝ ΑΓΙΩΝ ΡΗΣΕΣΙΝ
1.
(epi.) Ἐπιγραφὴ Λατίνων πρώτη (t)
Χρήσεις γραφικαὶ διάφοροι συλλεγεῖσαι εἰς ἀπόδειξιν τοῦ (1)
εἶναι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ υἱοῦ, μεθ’ ἃς ἕτεραι κα-
ταστρωννύονται εἰς ἀπόδειξιν τοῦ εἶναι τὸ πνεῦμα διὰ τοῦ υἱοῦ
ἐκ τοῦ πατρός. Καὶ ἐπειδὴ αἱ μὲν ἐκ τοῦ υἱοῦ αἱ δὲ διὰ τοῦ υἱοῦ
ἀποδεικνύουσιν εἶναι τοῦτο, εἰς παράστασιν τοῦ ἰσοδυνάμου τῆς (5)
‘διὰ’ καὶ τῆς ‘ἐκ’, ἀκολούθως παρευθύς, ἕτεραι γραφικαὶ χρή-
σεις καταστρωννύονται, δι’ ὧν τὸ τῶν προθέσεων τούτων ἰσοδύ-
ναμον ἀποδείκνυται.
(antepi.) Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης (1t)
Ἀντεπιγραφὴ πρώτη (2t)
Ὅταν ἐπὶ τῆς θεολογίας ἰσοδυναμῶσιν ἀλλήλαις ἡ ‘ἐκ’ καὶ (1)
ἡ ‘διά’, οὐ τὴν διαίρεσιν οὐδὲ τὴν διαφορὰν παριστῶσι τῆς ἁ-
γίας τριάδος, ἀλλὰ τὴν ἕνωσιν καὶ τὴν ἀπαραλλαξίαν, ἥτις ἐστὶ
κατὰ τὴν φύσιν καὶ τὴν ὁμοβουλίαν. Δείκνυται γὰρ ἐντεῦθεν
μιᾶς καὶ τῆς αὐτῆς εἶναι φύσεως καὶ δυνάμεως καὶ ἐνεργείας καὶ (5)
θελήσεως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὁ δ’ ἐν-
ταῦθα καταγράψας τὰ τῶν ἁγίων ῥητὰ καὶ οὕτως ἐπιγράψας
τὴν διαφορὰν κακῶς καὶ δυσσεβῶς τῶν θείων ὑποστάσεων ἐπι-
χειρεῖ δεικνῦναι διὰ τοῦ τῶν τοιούτων προθέσεων ἰσοδυνάμου
καὶ ὅτι ἐκ τῶν δύο ὑποστάσεων καὶ παρ’ ἑκατέρας τούτων δια- (10)
φόρως ἔχει τὴν ὕπαρξιν ἡ μία τῶν τριῶν προσκυνητῶν ὑποστά-
σεων, τουτέστι τὸ πνεῦμα τὸ ἅγιον. Φανερὸν οὖν ὡς αἱ μὲν τῶν
ἁγίων ῥήσεις ἔχουσιν εὐσεβῶς τε καὶ καλῶς, ἐκλαμβάνονται δὲ
παρὰ τοῦ συνειλοχότος καὶ καταγράψαντος ἐνταῦθα ταύτας κα-
κῶς τε καὶ δυσσεβῶς. (15)
Ὅτι δὲ τὴν ἕνωσιν καὶ τὸ ἀπαράλλακτον ἐν πᾶσιν ἡ τοιαύ-
τη δείκνυσι ‘διά’, ὅταν δηλονότι ἰσοδυναμῇ τῇ ‘ἐκ’, ὅ τε θεῖος
Μάξιμος παρίστησι σαφῶς, περί τινων εἰπόντων διὰ τοῦ υἱοῦ
τὸ πνεῦμα, γράφων πρὸς Μαρῖνον, «οὐκ αἰτίαν τὸν υἱὸν ποιοῦν-
τας σφᾶς αὐτοὺς ἀπέδειξαν, μίαν γὰρ ἴσασι τοῦ υἱοῦ καὶ τοῦ (20)
πνεύματος τὸν πατέρα αἰτίαν, τοῦ μὲν κατὰ τὴν γέννησιν τοῦ
δὲ κατὰ τὴν ἐκπόρευσιν, ἀλλ’ ἵνα τὸ δι’ αὐτοῦ προϊέναι δηλώ-
σωσι καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον πα-
ραστήσωσι». Σαφὲς οὖν ἐντεῦθεν ὡς ὁ Βέκκος οὗτος δυσσεβῶς
ἐκλαμβάνει τὰς τοιαύτας ῥήσεις· οὐ γὰρ τὸ συναφὲς καὶ ἀπα- (25)
ράλλακτον, ὅ ἐστι κατὰ τὴν φύσιν, ἀλλὰ τὸ διαφέρον τῶν ὑπο-
στάσεων ἐκ τούτων ἐπιχειρεῖ συνάγειν, οὐδὲ τῷ μεγάλῳ Βασι-
λείῳ πειθόμενος· καὶ οὗτος γὰρ ἐν ὀγδόῳ τῶν Πρὸς Ἀμφιλόχιον
κεφαλαίῳ φησί· «τὸ διὰ τοῦ υἱοῦ δημιουργεῖν τὸν πατέρα, οὔτε
ἀτελῆ τοῦ πατρὸς τὴν δημιουργίαν συνίστησιν, οὔτε ἄτονον τοῦ (30)
υἱοῦ παραδηλοῖ τὴν ἐνέργειαν, ἀλλὰ τὸ ἡνωμένον τοῦ θελήμα-
τος παρίστησιν».
Ὁ γοῦν λέγων διὰ τοῦ υἱοῦ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα
προϊέναι κατὰ τὴν χορηγίαν, τὴν ὁμοβουλίαν τοῦ πατρὸς καὶ
τοῦ υἱοῦ παρίστησι καλῶς. Εὐδοκίᾳ γὰρ τοῦ πατρὸς καὶ τοῦ (35)
υἱοῦ καὶ αὐτὸ συνευδοκοῦν τοῖς ἀξίοις χορηγεῖται τὸ πνεῦμα τὸ
ἅγιον. Οἱ δὲ λατινόφρονες οὗτοι συνάγοντες ἐκ παρανοίας διὰ
τοῦ υἱοῦ καὶ ἐκ τοῦ υἱοῦ τὴν ὕπαρξιν τὸ πνεῦμα ἔχειν, εὐδο-
κίας καὶ θελήσεως ἔργον καὶ κτίσμα ἐξ ἀνάγκης, ἀλλ’ οὐ θείας
φύσεως καρπὸν ὑπάρχειν τὸ πνεῦμα τὸ ἅγιον παριστῶσι δυσσε- (40)
βῶς. Κατὰ γὰρ τὸν ἱερὸν Δαμασκηνὸν ἔργον θείας θελήσεως ἡ
κτίσις, ἀλλ’ οὐχ ἡ θεότης, ἄπαγε· «οὐ γὰρ τῆς θείας θελήσεως,
ἀλλὰ τῆς θείας φύσεως, αὖθις κατὰ τὸν αὐτόν, ἡ προαιώνιος
καὶ ἀΐδιος γέννησίς τε καὶ ἐκπόρευσις».
2.
(epi.) Ἐπιγραφὴ Λατίνων δευτέρα (t)
Ἐπειδὴ εἰσί τινες ἀντιλέγοντες ταῖς γραφικαῖς χρήσεσι, ταῖς (1)
δηλούσαις διὰ τοῦ υἱοῦ εἶναι τὸ πνεῦμα ἐκ τοῦ πατρός, συνελέ-
γησαν καὶ αἱ παροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦσαι προσε-
χῶς καὶ ἀμέσως τὸν υἱὸν ἐκ πατρὸς εἶναι, εἰς συγκρότησιν
τῶν δηλουσῶν χρήσεων διὰ τοῦ υἱοῦ εἶναι τὸ πνεῦμα. Εἰ γὰρ (5)
μὴ ἦν τὸ πνεῦμα διὰ τοῦ υἱοῦ, διατί μὴ καὶ αὐτὸ ἀμέσως ἐρ-
ρήθη εἶναι ἐκ τοῦ πατρός;
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ δευτέρα (t)
Καὶ μὴν ἐρρήθη καὶ τὸ θεῖον πνεῦμα ἐκ πατρὸς ἀμέσως καὶ (1)
ἀνῄρηταί σου παντάπασιν ἡ τῆς δυσσεβείας πρόφασίς τε καὶ
παράστασις. Γρηγόριος γὰρ ὁ τῆς θεολογίας ἐπώνυμος δεύτερον
ἐν τοῖς Ἔπεσιν ἀπὸ τοῦ πατρὸς εἶναί φησι τὸ πνεῦμα τὸ ἅ-
γιον καθὰ καὶ τὸν υἱόν. Ὁ δὲ Νύσσης, σὺν πολλοῖς ἑτέροις, (5)
πρὸς ἓν πρόσωπον, τὸ πατρικόν, ὡσαύτως ἔχειν ἑκάτερόν φησιν,
ἄνευ τοῦ τρόπου τῆς ὑπάρξεως. Ἀλλὰ «καὶ τὰ τοῦ ἀνθρώπου,
φησί, πρόσωπα οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ τὸ προσε-
χὲς ἔχει τὸ εἶναι, ὡς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς
αἰτιατοῖς καὶ τὰ αἴτια. Ἐπὶ δὲ τῆς ἁγίας τριάδος οὐχ οὕτως· (10)
ἓν γὰρ πρόσωπον καὶ τὸ αὐτό, τοῦ πατρός, ἐξ οὗπερ ὁ υἱὸς
γεννᾶται καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Διὸ καὶ κυρίως
τὸν ἕνα αἴτιον μετὰ τῶν αὑτοῦ αἰτιατῶν ἕνα θεόν φαμεν τεθαρ-
ρηκότως».
Τί δὲ οἱ λέγοντες ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ ἐν τῷ (15)
υἱῷ διαμένειν τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ πατρὸς ἐν τῷ υἱῷ
διήκειν καὶ ἐκ τοῦ πατρὸς εἶναι καὶ τῷ λόγῳ συμπαρομαρτεῖν;
Ἔτι δὲ οἱ κοινωνίαν καὶ ἀγάπην εἶναι λέγοντες τοῦ πατρὸς καὶ
τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον; Πρὸς δὲ τούτοις οἱ πρὸς τὸ ἕ-
τερον ἕκαστον ἔχειν τῶν προσώπων λέγοντες οὐχ ἧττον ἢ πρὸς (20)
ἑαυτό; Τί δὲ ὁ ψάλλων «αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλα-
σάν με»; Ἆρ’ οὐχ ἅπαντες οὗτοι ἀμέσως εἶναι καὶ τὸ πνεῦμα
δεικνύουσιν ἐκ τοῦ πατρός;
3.
(epi.) Ἐπιγραφὴ Λατίνων τρίτη (t)
Κατεστρώθησαν καὶ αἱ παροῦσαι γραφικαὶ χρήσεις εἰς συγ- (1)
κρότησιν τῆς ἐννοίας τῶν δηλουσῶν χρήσεων, μὴ ἀμέσως ἀλλὰ
διὰ τοῦ υἱοῦ ἐκ πατρὸς εἶναι τὸ πνεῦμα. Εἰ γὰρ ἀμέσως ἦν
τὸ πνεῦμα ἐκ τοῦ πατρός, οὐκ ἂν ἐρρήθη ὁ μὲν υἱὸς εἰκὼν τοῦ
πατρός, τὸ δὲ πνεῦμα εἰκὼν τοῦ υἱοῦ· καὶ ὁ μὲν υἱὸς ἐνέργεια (5)
τοῦ πατρός, τὸ δὲ πνεῦμα ἐνέργεια τοῦ υἱοῦ· καὶ ὁ μὲν υἱὸς
πρόσωπον τοῦ πατρός, τὸ δὲ πνεῦμα πρόσωπον τοῦ υἱοῦ.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ τρίτη (t)
Ἀνούστατε, ὁ δυσσεβῶς ἐπιγράφων ὧδε τὰ παρὰ τῶν ἁγίων (1)
εὐσεβῶς εἰρημένα, πῶς οὐ συνορᾷς ὅτι τὰ κοινὰ καὶ φυσικὰ
ἐπὶ τῆς ἀνωτάτω καὶ προσκυνητῆς τριάδος οὐδεμίαν ἔχουσι δια-
φοράν; Εἷς γὰρ θεός, μία εἰκών, μία θέλησις, μία ἐνέργεια πα-
τρός, υἱοῦ καὶ ἁγίου πνεύματος. Οὐκοῦν πρὸς τοῖς ἄλλοις, ὅταν (5)
καὶ πρόσωπον ἕτερον ἑτέρου τούτων λέγηται, φυσικόν ἐστιν,
ἀλλ’ οὐχ ὑποστατικὸν καὶ τῆς ἀπαραλλάκτου ὁμοιώσεώς ἐστι
δηλωτικόν, ἀλλ’ οὐχὶ τοῦ τρόπου τῆς ὑπάρξεως, ἄπαγε. Σὺ δὲ
μὴ οὕτω πρόσωπον ἕτερον λέγων, ἀλλ’ ὑποστατικῶς, οὐκέτ’ ἔχεις
εἶναι μύστης τῆς τριάδος. Εἰ γὰρ τοῦ πατρός ἐστιν ὁ υἱὸς τὸ (10)
πρόσωπον, ὡς ἐξ αὐτοῦ, καὶ τοῦ υἱοῦ τὸ πνεῦμα, οὐκέτ’ ἔσται
λοιπὸν ὁ πατὴρ πρόσωπον ἕτερον παρὰ τὸν υἱόν, οὐδὲ παρὰ τὸ
πνεῦμα ὁ υἱός. Ὁρᾷς ὡς αἱ μὲν τῶν ἁγίων ῥήσεις ἔχουσιν εὐσεβῶς
τε καὶ καλῶς παρὰ δὲ σοῦ ἐκλαμβάνονται κακῶς καὶ δυσσεβῶς;
4.
(epi.) Ἐπιγραφὴ Λατίνων τετάρτη (t)
Ἐπειδή τινες μὴ καταδεχόμενοι τὴν ἐν τῇ τριάδι μεσιτείαν (1)
τοῦ υἱοῦ, προδήλως παρὰ τῶν ἁγίων θεολογουμένην, ἀπαρνοῦν-
ται καὶ τὸ ὅλως λέγειν ὄνομα τάξεως ἐν τῇ τριάδι, συνελέγη-
σαν αἱ παροῦσαι γραφικαὶ χρήσεις εἰς δήλωσίν τε τοῦ τὸ πνεῦ-
μα διὰ τοῦ υἱοῦ συνάπτεσθαι τῷ πατρὶ καὶ εἰς παράστασιν τοῦ (5)
λέγεσθαι ἀριδήλως τάξιν ἐν τῇ τριάδι.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ τετάρτη (t)
Καταψεύδῃ τῶν εὐσεβῶν, ταλαίπωρε. Ἴσμεν γὰρ τάξιν ἐπὶ (1)
τῆς ἁγίας τριάδος, ἀλλὰ τὴν εὐσεβῆ· τὴν δὲ δεικνῦσαν τρίτον
ἐξ ἀνάγκης ἀπὸ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ὡς δυσσεβῶς
ἔχουσαν, ἣν σὺ μετ’ Εὐνομίου στέργεις, οὐ καταδεχόμεθα. Καὶ
τῶν γραφικῶν δὲ καταψεύδῃ χρήσεων· οὐ γὰρ τὸν υἱὸν μόνον, (5)
ἀλλ’ ἔσθ’ ὅτε καὶ τὸν πατέρα τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἕνω-
σίν φασιν, ἄλλοτε δὲ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τὸ πνεῦμα μέσον καὶ
κοινὸν αὐτοῖς· καὶ ἣν ‘ἀριδήλως λέγεσθαι’ φῂς τάξιν, σαφὲς ὡς
οὐ περὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματός ἐστι. Στέργεται δὲ
καὶ ἡ μεσιτεία τοῦ υἱοῦ, ἀλλ’ οὐ κατὰ τὴν ὕπαρξιν τοῦ πνεύ- (10)
ματος τοῖς τὰ θεῖα συνετοῖς, ἀλλὰ κατὰ τὴν ὁμολογίαν, μὴ
προσεχῶς τῷ πατρὶ τὸ πνεῦμα τὸ ἅγιον τιθεῖσιν, ἵνα μὴ δόξῃ
καὶ τοῦτο γεννητόν. Τὰ τοιαῦτα τοίνυν τοῖς ἁγίοις λέγεται κα-
λῶς, ὁ δὲ συνειλοχὼς ταῦτα καὶ προθεὶς ἐνταῦθα πρὸς τὴν οἰ-
κείαν μεθέλκων κακοδοξίαν κακῶς καὶ δυσσεβῶς αὐτοῖς χρῆται. (15)
5.
(epi.) Ἐπιγραφὴ Λατίνων πέμπτη (t)
Ἐπειδὴ εἰσί τινες μὴ καταδεχόμενοι ἐκεῖνο τὴν εὐαγγελικὴν (1)
δύνασθαι ῥῆσιν, τὴν ‘πνεῦμα ἀληθείας’ τὸ ἅγιον λέγουσαν πνεῦ-
μα, ὅπερ δύναται καὶ ἡ ῥῆσις ἡ λέγουσα ἐκ τοῦ πατρὸς αὐτὸ
ἐκπορεύεσθαι, ἔτι δὲ διενιστάμενοι μηδὲ εἰς ἰσοδύναμον ἔννοιαν
λέγεσθαι τὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ ἐκ τοῦ υἱοῦ λαμ- (5)
βάνειν τὸ πνεῦμα τὸ ἅγιον, κατεστρώθησαν αἱ παροῦσαι γραφι-
καὶ χρήσεις εἰς ἀπόδειξιν τοῦ ἰσοδυνάμου τῶν τοιούτων εὐαγγελι-
κῶν χρήσεων.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ πέμπτη (t)
Τῆς ἀναισθησίας· ἰσοδυναμοῦσι γὰρ αἱ ῥήσεις τῶν ἁγίων (1)
εἰς τὸ δεῖξαι τὴν πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν οἰκειότητα,
αὐτὸ δ’ εἰπεῖν ὁμοουσιότητα τοῦ θείου πνεύματος, διαφέρουσι
δὲ ὡς μὴ παρ’ ἀμφοτέρων, πατρός τε καὶ υἱοῦ, τὴν ὕπαρξιν
δεικνῦσαι. Καὶ τοῦτο κατάδηλον ὑπ’ αὐτῶν τούτων τῶν γραφι- (5)
κῶν χρήσεών ἐστι, ὁ δὲ συνειλοχὼς ταύτας οὗτος πρὸς τὴν δια-
φορὰν τῶν ῥήσεων τούτων καθάπερ ἐκκεκώφηται.
6.
(epi.) Ἐπιγραφὴ Λατίνων ἕκτη (t)
Ἐπειδὴ εἰσί τινες λέγοντες διαφέρειν ἀλλήλων τὸ ‘πρόεισι’ (1)
καὶ τὸ ‘προχεῖται’ καὶ ‘ἐκπορεύεται’, ἐξελέγησαν εἰς ἀναντίρ-
ρητον ἀπόδειξιν τοῦ ἰσοδυνάμου αὐτῶν αἱ προκείμεναι χρήσεις
τοῦ ἁγίου Κυρίλλου καὶ μετ’ αὐτὰς αἱ ὑποτεταγμέναι χρήσεις
τῶν θεολογούντων ἐκ πατρὸς προϊέναι τε καὶ ἐκπέμπεσθαι καὶ (5)
προχεῖσθαι τὸ πνεῦμα.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ἕκτη (t)
Τῆς ἀναισχυντίας· τίς γὰρ οὐκ οἶδεν ὅτι τὸ πρόεισι λέγε- (1)
ται καὶ ἐπὶ τοῦ υἱοῦ, τὸ δὲ ἐκπορεύεται ἢ προχεῖται οὐδέποτε,
καθάπερ καὶ τὸ προχεῖται κυρίως ἐπὶ τῆς χορηγίας, ἔστι δ’
ὅτε καὶ ἐπὶ τῆς ἐκπορεύσεως λέγεται; Οἱ δὲ τὰ Λατίνων φρο-
νοῦντες μηδὲν διαφέρειν ἀλλήλων διατείνονται ταῦτα δυσσεβῶς (5)
ὁμοῦ καὶ ἀναιδῶς· αἱ γὰρ συλλεγεῖσαι τῶν ἁγίων ἐνταῦθα ῥή-
σεις, ἐφ’ ὧν ἔσθ’ ὅτε ταῦτα συντρέχουσι, δεικνῦσαι τὴν πρὸς
ἄλληλα τούτων διαφοράν, ἀναιροῦσιν οὐδαμῶς.
7.
(epi.) Ἐπιγραφὴ Λατίνων ἑβδόμη (t)
Ἐπειδή τινες ἀκούοντες τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ υἱοῦ ὑ- (1)
πάρχον καὶ ἀναβλύζον καὶ προϊόν, οὐχὶ τὴν φύσιν τοῦ πνεύμα-
τος ἐκ τῆς οὐσίας τοῦ υἱοῦ πηγάζειν καὶ ἀναβλύζειν τερατολο-
γοῦσιν, ἀλλὰ τὸ πνευματικὸν χάρισμα τὸ τοῖς ἀξίοις ἐπιγινόμε-
νον, διὰ τὸ τὴν ἐγγινομένην αὐτοῖς ἐνοίκησιν τῆς πανταχοῦ πα- (5)
ρούσης θεότητος τοῦ ἁγίου πνεύματος σχετικῶς γίνεσθαι, οὕτω
τὸ τοιοῦτον ἐκλαμβάνοντες χάρισμα, ὥσπερ ἂν εἰ ἀποδιῃρημένον
τῆς θείας οὐσίας νοοῖτο τοῦ πνεύματος, συνελέγησαν αἱ παροῦ-
σαι γραφικαὶ χρήσεις, ἐξ ὧν ἔχει τις διαγνῶναι, ὡς κἂν ἡ ἐγ-
γινομένη τοῖς ἀξίοις ἐνοίκησις τοῦ παναγίου πνεύματος σχετική (10)
ἐστιν ἀρρήτως καὶ ὑπὲρ λόγον, ἀλλ’ ἐπεὶ ἐκεῖ τὰ χαρίσματα
προχέονται, ὅπου ἡ θεία φύσις αὐτοῦ σχετικῶς ἐνοικήσει, αὐ-
τὸ τὸ πνεῦμα τὸ ἅγιον, τὸ ἓν τῆς τριάδος καὶ συμπληρωτικόν,
ὅπερ ἐστὶ θεία φύσις καὶ τέλειος θεός, ὡς ὁ πατὴρ καὶ ὁ υἱός,
δηλοῦται, ὅταν τις λέγῃ τὸ πνεῦμα τὸ ἅγιον προϊὸν καὶ ἀνα- (15)
βλύζον καὶ ὑπάρχον ἐκ τοῦ υἱοῦ.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ἑβδόμη (t)
Ὄντως οὐκ οἶδεν ἃ λέγει οὔτε περὶ τίνων διαβεβαιοῦται ὁ (1)
καὶ ταύτην τὴν ἐπιγραφὴν συνθείς. Οὐδεὶς γὰρ τῶν εὐσεβεῖν
ᾑρημένων διεσπασμένην εἶναι νομίζει τῆς θείας φύσεως τὴν θείαν
χάριν καὶ τὴν ἐνέργειαν· οὐ μὴν ὅτι ἀχώριστός ἐστι τῆς θείας
φύσεως ἡ θεία ἐνέργεια, παρὰ τοῦτο καὶ φύσις ἐστὶν ἡ ἐνέργεια (5)
ταύτης μηδὲν διαφέρουσα· τοῦτο γὰρ τῆς Βαρλαὰμ καὶ Ἀκιν-
δύνου δυσσεβείας ἐστίν· ἡ μὲν γὰρ θεία ἐνέργεια ἐκ τῆς θείας
φύσεώς ἐστι καὶ ἐνθεωρεῖται ταύτῃ κατὰ τοὺς θεολόγους, ἀλλ’
οὐκ ἔστι καθ’ αὑτήν, ἡ δὲ θεία φύσις οὐκ ἐκ τῆς ἐνεργείας
ἐστὶ καὶ καθ’ ἑαυτήν ἐστι καὶ τῶν θείων ἐνεργειῶν ἐστι πηγή. (10)
Ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τῆς ὑποστάσεως εἶναι
τοῦ υἱοῦ φαμεν· οὗτος δὲ λέγων εἶναι τοῦτο ἐκ τῆς φύσεως, ἡ-
μῖν ἀντιλέγειν οἴεται καὶ τἀναντία ἡμῶν κατασκευάζειν, μηδὲν
διαφέρειν, ὡς ἔοικε, νομίζων τὴν φύσιν τῆς ὑποστάσεως, ἢ καὶ
διαφορὰν ἀφρόνως εἰσάγων φύσεως ἐπὶ τῆς ἁγίας τριάδος, ἐπεὶ (15)
διαφορά ἐστιν ὑποστάσεων.
8.
(epi.) Ἐπιγραφὴ Λατίνων ὀγδόη (t)
Εἰς ἀπόδειξιν τοῦ εἶναι τὸ πνεῦμα τὸ ἅγιον ἐκ πατρὸς καὶ (1)
υἱοῦ συνελέγησαν καὶ αἱ παροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦ-
σαι εἶναι αὐτὸ ποιότητα τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίας,
ἔτι δὲ εὐωδίαν, πνοὴν καὶ ὀσμὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, μεθ’
ἔτι δὲ εὐωδίαν, πνοὴν καὶ ὀσμὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, μεθ’
ἃς ἕτεραι χρήσεις, αἵτινες καὶ τὸν πατέρα πηγὴν τοῦ πνεύμα- (5)
τος καὶ τὸν υἱὸν πηγὴν θεολογοῦσι τοῦ πνεύματος.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ὀγδόη (t)
Αἱ συνειλεγμέναι παροῦσαι γραφικαὶ χρήσεις καὶ διὰ παρα- (1)
δειγμάτων τὸ πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν ὁμοούσιον πα-
ριστῶσι τοῦ ἁγίου πνεύματος κατὰ τὸ ἐγχωροῦν· οὐ γὰρ ἔ-
στιν εὑρεῖν ἐπὶ θεοῦ παράδειγμα πάντῃ κατάλληλον. Ἐπεὶ
δὲ καὶ ὕδωρ ζῶν καλεῖται τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὴν χάριν (5)
καὶ τὴν ἐνέργειαν, τούτου τοῦ ὕδατος καλεῖται πηγὴ καὶ ὁ υἱὸς
μετὰ πατρός, ἔστι δ’ ὅτε καὶ αὐτὸ τὸ ἅγιον πνεῦμα, ὁ δὲ
τὰς ῥήσεις ταύτας προενεγκὼν ἐνταῦθα τὰς μὲν παρῆκε τούτων,
ταῖς δὲ παραχρῆται καὶ οὕτω δι’ αὐτῶν κλέπτειν οἴεται τοὺς
ἐντυγχάνοντας πρὸς τὴν οἰκείαν κακόνοιαν. (10)
9.
(epi.) Ἐπιγραφὴ Λατίνων ἐνάτη (t)
Αἱ παροῦσαι γραφικαὶ χρήσεις, ἐν αἷς οἱ πατέρες ἐθεολό- (1)
γησαν πάντα τὰ τοῦ πατρὸς ἴδια φυσικῶς διαβαίνειν ἐπὶ τὸν ἐξ
αὐτοῦ γεννηθέντα υἱόν, κατεστρώθησαν εἰς ἀπόδειξιν τοῦ ὑπάρ-
χειν καὶ προϊέναι καὶ πηγάζειν τὸ πνεῦμα καὶ ἐκ τοῦ υἱοῦ,
καθάπερ ἀμέλει καὶ ἐκ τοῦ πατρός, κατὰ τὸν ἅγιον Κύριλλον. (5)
Εἰ γὰρ τὴν πατρότητα καὶ τὸ γεννᾶν μόνον ἀφαιροῦνται ἀπὸ
τοῦ υἱοῦ οἱ προσδιορισμοὶ τῶν χρήσεων, εὔδηλον ὡς υἱὸς μὲν
ἐκ τοῦ υἱοῦ οὐκ ἔσται, πνεῦμα δὲ τὸ ἐκ τῆς πατρικῆς ἀναβλύ-
ζον οὐσίας καὶ ἐκ τῆς μὴ γεννώσης οὐσίας τοῦ υἱοῦ ἀναβλύζον
ἔσται καὶ προχεόμενον. (10)
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ἐνάτη (t)
Ὄντως ἀσυλλόγιστον ἡ δυσσέβεια· διαβαίνειν γὰρ ἀκούων (1)
ὁ λατινόφρων οὗτος ἐπὶ τὸν υἱὸν τὰ τοῦ πατρὸς ἴδια φυσικῶς
τε καὶ οὐσιωδῶς, τὰ τῆς πατρικῆς ὑποστάσεως ἐνόμισεν ἴδια,
ἀλλ’ οὐ τὰ τῆς φύσεως. Οὐκοῦν κατὰ τὴν αὐτοῦ σύνεσιν, ἣν ἐν
ταῖς τῶν θεοφόρων κέκτηται θεολογίαις, τοῦ θείου Κυρίλλου (5)
γράφοντος ἐν Θησαυροῖς «πῶς οὐκ ἔσται θεὸς τὸ πνεῦμα, ὅλην
ἔχον οὐσιωδῶς τὴν ἰδιότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ», τὰ ὑπο-
στατικὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα ἕξει, γέννημά τε
καὶ γεννήτωρ ἔσται καὶ πατὴρ τῶν φώτων, τὸ γεννᾷν καὶ ἐκ-
πορεύειν ἔχον· οὗ τί ἂν ἀκουσθείη δυσσεβέστερόν τε καὶ καινό- (10)
τερον; Τὸ αὐτὸ δὲ σχεδὸν πείσεται πάλιν αὐτός τε καὶ οἱ κατ’
αὐτὸν φρονοῦντες καὶ ὅταν ἀκούσωσι τοῦ μὲν ἱεροῦ Δαμασκηνοῦ
λέγοντος ἐν τῷ ὀγδόῳ τῶν δογματικῶν «πάντα ὅσα ἔχει ὁ πατὴρ
καὶ τοῦ πνεύματός ἐστι πλὴν τῆς ἀγεννησίας» καὶ τοῦ τῆς
θεολογίας ἐπωνύμου Γρηγορίου γράφοντος ἐν τῷ Πρὸς τοὺς ἀπ’ (15)
Αἰγύπτου καταπλεύσαντας, «πάντα ὅσα τοῦ υἱοῦ καὶ τοῦ πνεύ-
ματος, πλὴν τῆς υἱότητος». Πόσης δὲ ἀνοίας πάλιν τὸ ἐκ τῆς
οὐσίας ἀκούειν καὶ ἐκ τῆς τοῦ υἱοῦ ὑποστάσεως δοξάζειν, ὥσπερ
ἂν εἰ μία ἦν, καθάπερ οὐσία, οὕτω καὶ ὑπόστασις ἐπὶ θεοῦ·
πρὸς δὲ καὶ τὸ μὴ συνορᾷν ὡς, ἐπεὶ πατρὸς καὶ ἐκ πατρὸς λέ- (20)
γεται τὸ πνεῦμα, οἱ πατέρα εἶναι τὸν υἱὸν ἀπαγορεύοντες συν-
απαγορεύουσι καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα κοινωνίαν
κατὰ τὴν ἐκπορευτικὴν ἰδιότητα.
10.
(epi.) Ἐπιγραφὴ Λατίνων δεκάτη (t)
Αἱ παροῦσαι γραφικαὶ χρήσεις, ἐν αἷς οἱ πατέρες ἐθεολόγη- (1)
σαν ἴδιον τοῦ πατρὸς τὸν υἱὸν εἶναι, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ
ὄντα καὶ ἐξ αὐτοῦ εἶναι, ὡς ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ, κα-
τεστρώθησαν ἐνταῦθα, ἵν’ εἴη τῷ βουλομένῳ ἐντεῦθεν διαγινώ-
σκειν ὡς καὶ τὸ πνεῦμα διὰ τοῦτο ἴδιον τοῦ υἱοῦ λέγεται εἶναι, (5)
διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι· καὶ αὗ διὰ τοῦτο ἐκ τῆς οὐ-
σίας τοῦ υἱοῦ λέγεται, διὰ τὸ τῆς τοιαύτης οὐσίας ἴδιον ἀγα-
θὸν εἶναι αὐτό, ὅπερ ἐμφαίνει καὶ τὴν πρὸς τὸν υἱὸν τοῦ πνεύ-
ματος ὁμοουσιότητα. Εἰ γὰρ κατ’ ἄλλον τινὰ λόγον ὁμοουσιότη-
τος, ὁποῖός ἐστιν ὁ περὶ δύο τινῶν ὁμοουσίων λεγόμενος, ἐν οἷς (10)
οὐκ ἔστι διὰ τοῦ ἑτέρου τὸ ἕτερον, ἦν τὸ πνεῦμα ἴδιον τοῦ υἱοῦ
καὶ ἐκ τῆς οὐσίας τοῦ υἱοῦ, ἦν ἂν καὶ ὁ υἱὸς ἴδιος τοῦ πνεύ-
ματος καὶ ἐκ τῆς οὐσίας τοῦ πνεύματος διὰ τὸ ἀντιστρέφον τῆς
τοιαύτης ὁμοουσιότητος, ὅπερ οὔτε ἐρρήθη παρά τινος τῶν ἁ-
γίων οὔτε ῥηθήσεταί ποτε παρά του τῶν ὀρθοδοξεῖν αἱρουμέ- (15)
νων. Ἡ δὲ τοιαύτη ὁμοουσιότης οὐδὲ κυρίως ὁμοουσιότης, ἀλλ’
ἡ συνάπτουσα τὸ ἕτερον τῷ ἑτέρῳ, ὡς δι’ αὐτοῦ ἢ ἐξ αὐτοῦ ὑ-
πάρχον φυσικῶς τε καὶ οὐσιωδῶς. Καὶ μαρτυρήσει τοῦτο ἡ ἐν-
ταῦθα κατεστρωμένη τοῦ μεγάλου Βασιλείου χρῆσις ἡ λέγουσα μὴ
«τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεσθαι», προστίθενται δὲ καὶ (20)
αἱ δηλοῦσαι χρήσεις διὰ τοῦτο εἶναι τὸν υἱὸν ὁμοούσιον τῷ πα-
τρί, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι, ἵν’ εἴη τῷ βουλομένῳ
ἐντεῦθεν διαγινώσκειν, ὡς καὶ τὸ πνεῦμα διὰ τοῦτό ἐστι τῷ υἱῷ
ὁμοούσιον, ὅτι ἐκ τῆς αὐτοῦ οὐσίας ἐστί.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ δεκάτη (t)
Ἴδιόν ἐστιν ὁ υἱὸς τοῦ πατρός, ὡς ἐξ αὐτοῦ γεννηθείς, ὡσαύτως (1)
καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς ἐξ αὐτοῦ τοῦ πατρὸς ἐκπορευόμενον,
καθ’ ἃ καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς Πρὸς Εὐνομιανούς φησι κε-
φαλαίοις, γράφων· «τὴν πρὸς τὸν πατέρα οἰκειότητα νοῶ τοῦ πνεύ-
ματος, ἐπειδὴ παρὰ τοῦ πατρὸς ἐκπορεύεται». Λέγεται δὲ καὶ τοῦ (5)
υἱοῦ τὸ πνεῦμα. ἐπειδὴ ὁ αὐτὸς ἐν ὀγδόῳ κεφαλαίῳ τῶν Πρὸς Ἀμ-
φιλόχιόν φησιν, «ὡς κατὰ τὴν φύσιν ᾠκειωμένον αὐτῷ». Ἔστι δὲ
τῶν ἀδυνάτων τὰ τῇ φύσει ταυτὰ μὴ καὶ ἀλλήλοις οἰκεῖα εἶναι· οὐ
λέγεται δὲ ὁ υἱὸς τοῦ πνεύματος, ἵνα μὴ δόξῃ πατὴρ τὸ πνεῦμα τὸ
ἅγιον, ἅτε τοῦ υἱοῦ πατέρα δεικνύντος τὸν οὗπερ ἂν λέγοιτο υἱός. (10)
Ὁ δὲ λατινόφρων οὗτος ἐκ τῶν ὑγιῶς ἐνταῦθα κατεστρωμένων
ῥήσεων οὐδὲν συνάγει ὑγιές. Ἐξελέγχεται μέντοι καὶ παρ’ ἑαυ-
τοῦ λέγων διὰ τὸ ὁμοούσιον ἐκ τῆς οὐσίας τοῦ υἱοῦ λέγεσθαι τὸ
πνεῦμα· οὐ γὰρ ἔσται διὰ τοῦτο καὶ ἐκ τῆς ὑποστάσεως· συμ-
βήσεται γὰρ ἐξ ἀλλήλων εἶναι ταῦτα, διὸ οὐδεὶς οὐδέποτε τῶν (15)
ἁπάντων τὸ πνεῦμα τὸ ἅγιον εἴρηκεν ἐκ τῆς ὑποστάσεως εἶναι
ἁπάντων τὸ πνεῦμα τὸ ἅγιον εἴρηκεν ἐκ τῆς ὑποστάσεως εἶναι
τοῦ υἱοῦ, ἀλλ’ ἐκ τῆς τοῦ πατρός.
11.
(epi.) Ἐπιγραφὴ Λατίνων ἑνδεκάτη (t)
Ἐπειδὴ ἀκούοντές τινες τὸ πνεῦμα ἐκ τῆς οὐσίας τοῦ υἱοῦ (1)
λέγουσιν ἄλλο εἶναι τὸ ἐκ τῆς οὐσίας καὶ ἄλλο τὸ ἐκ τῆς ὑπο-
στάσεως, μὴ δυνάμενοι συνιδεῖν ὡς τὸ υἱὸς ὄνομα ὑποστατικόν
ἐστι καὶ ὁ λέγων ἐκ τῆς οὐσίας τοῦ υἱοῦ ὅλον δηλοῖ τὸν υἱόν, οὐ-
σίαν δηλαδὴ ἀνυπόστατον, εἰς ἔλεγχον τῆς αὐτῶν ἐπινοίας συνελέ- (5)
γησαν αἱ παροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦσαι ἐκ τῆς οὐσίας
τοῦ πατρὸς τὸν υἱὸν γεννᾶσθαι. Ὡμολογημένου γὰρ μίαν εἶναι
τὴν ἐκ πατρὸς γέννησιν τοῦ υἱοῦ, πῶς ἔστι διαφέρειν τὸ ἐκ τῆς
οὐσίας καὶ τὸ ἐκ τῆς ὑποστάσεως, εἰ μή τις βλασφημῶν ἐθέλει
λέγειν ἄλλην μὲν ἐκ τῆς οὐσίας, ἄλλην δ’ ἐκ τῆς ὑποστάσεως (10)
πατρὸς γέννησιν τοῦ υἱοῦ; Μεθ’ ἃς ἕτεραι χρήσεις αἱ δηλοῦσαι
τελείαν οὐσίαν καὶ τέλειον θεὸν λέγεσθαι τὸν πατέρα καὶ τε-
λείαν οὐσίαν τὸν υἱὸν καὶ τελείαν οὐσίαν τὸ πνεῦμα τὸ ἅγιον.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ἑνδεκάτη (t)
Ὅταν τι μιᾶς οὐσίας ᾖ καὶ ὑποστάσεως, τὸ ἐκ τῆς οὐσίας (1)
ἐκείνης φυσικῶς ἔχον ὁπωσδήποτε τὴν ὕπαρξιν καὶ ἐκ τῆς ὑπο-
στάσεως ἐκείνης ταύτην ἔχει καὶ ἀντιστρόφως· ὃ γὰρ ἂν ἐκ τῆς
ὑποστάσεως ἐκείνης ᾖ καὶ ἐκ τῆς οὐσίας ἐκείνης ἐστίν. Ὅταν δέ τι
μιᾶς μὲν οὐσίας ᾖ, οὐ μιᾶς δὲ ὑποστάσεως, ἀλλὰ πλειόνων, τὸ ἐκ (5)
τῆς μιᾶς ἐκείνης οὐσίας οὐκ ἐκ τῶν λοιπῶν αὐτῆς ὑποστάσεών ἐστιν,
ἀλλ’ ἐκ μιᾶς τινος αὐτῶν. Ἐπεὶ οὖν ἡ ἀνωτάτω καὶ προσκυνητὴ
τριὰς ἡμῖν μία φύσις ἐστὶν ἐν ὑποστάσεσι τρισίν, οὐ πᾶν τὸ ἐκ τῆς
οὐσίας τὴν ὑπόστασιν ἔχον ἐκ τῶν λοιπῶν ὑποστάσεών ἐστιν, ἀλλ’
ἐκ μιᾶς τινος αὐτῶν, δηλαδὴ τῆς πατρικῆς· ἐκ ταύτης γὰρ μὴ εἶναι (10)
οὐκ ἐνδέχεται. Οὐκοῦν οὐχὶ καὶ ἐξ ἑτέρας, ἀλλ’ ἐκ μόνης, εἴπερ ἐκ
μιᾶς. Καὶ τοῦτο δῆλον ἀπὸ τῶν ἀνθρώπων· ἕκαστος γὰρ ἡμῶν
ἐκ τῆς οὐσίας μέν ἐστι τοῦ Ἀδάμ, οὐκέτι δὲ καὶ ἐκ τῆς ὑπο-
στάσεως τοῦ Ἀδάμ, διότι μία μὲν οὐσία τῶν ἀνθρώπων νῦν, πολ-
λαὶ δὲ ὑποστάσεις· ἀνθρωπίνης δὲ τὴν ἀρχὴν μιᾶς οὔσης οὐσίας (15)
τε καὶ ὑποστάσεως, τῆς τοῦ Ἀδάμ, ἐκ τῆς οὐσίας τοῦ Ἀδὰμ
ἡ Εὔα οὖσα καὶ ἐκ τῆς ὑποστάσεως ἐκείνου ἦν. Ἀλλὰ καὶ πρὶν
τὸν Κάϊν εἶναι, μιᾶς οὔσης ἀνδρικῆς οὐσίας τε καὶ ὑποστά-
σεως, ἐκ μιᾶς καὶ τῆς αὐτῆς ὁ Κάϊν ἀνδρικῆς οὐσίας τε καὶ
ὑποστάσεως ὑπῆρχε, τοῦ Ἀδάμ· δυοῖν δὲ ἀνδρῶν ἤδη καθ’ ὑ- (20)
πόστασιν τελούντων, ὁ τῷ Κάϊν γεννηθεὶς υἱὸς ἐκ τῆς οὐσίας
μὲν ὑπῆρχε τοῦ Ἀδάμ, ἀλλ’ οὐχὶ καὶ ἐκ τῆς ὑποστάσεως αὐ-
τοῦ, ἀλλ’ ἐκ μόνης τῆς τοῦ Κάϊν. Ὁ δὲ λατινόφρων οὗτος δια-
τεινόμενος ἐνταῦθα καὶ ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ υἱοῦ τὸ
πνεῦμα, εἴπερ εἶναι θεολογεῖται ἐκ τῆς φύσεως, μίαν δείκνυσι (25)
φρονῶν ὥσπερ οὐσίαν οὕτω καὶ ὑπόστασιν ἐπὶ θεοῦ, τὸν υἱὸν ἢ
τὸν πατέρα τελέως ἀθετῶν ὁ τάλας, πρὸς δὲ τούτῳ καὶ ἐκ μό-
νου τοῦ υἱοῦ τὴν ὕπαρξιν εἶναι τοῦ θείου πνεύματος δεικνύς.
Ἀλλὰ καὶ ἀπὸ τῶν ῥητῶν, ἃ θεολογοῦσι τελείαν οὐσίαν εἶναι
τὸν πατέρα καὶ τελείαν οὐσίαν τὸν υἱόν, ὡσαύτως καὶ τὸ πνεῦ- (30)
μα τὸ ἅγιον, οὐ τὸ ἑνιαῖον καὶ ἀπαράλλακτον τῆς οὐσίας ἐπι-
γινώσκει τῶν τριῶν, ἀλλ’ ἐνθεωρεῖν πειρᾶται πληθυσμόν τινα
καὶ διαφορὰν ἐντεῦθεν κατ’ αὐτὴν ἀφρόνως.
12.
(epi.) Ἐπιγραφὴ Λατίνων δωδεκάτη (t)
Ἐπειδὴ εἰσίν τινες ἀποτολμῶντες καὶ λέγοντες τὸ ἀναβλύ- (1)
ζειν καὶ προϊέναι καὶ ἐκλάμπειν καὶ πεφηνέναι ἐκ τοῦ υἱοῦ τὸ
πνεῦμα μὴ δηλοῦν τὸ οὐσιωδῶς καὶ ἐνυποστάτως ὑπάρχειν αὐτὸ
ἐκ τοῦ υἱοῦ, ἀλλὰ τὴν ἐξ αὐτοῦ τῶν πνευματικῶν χαρισμάτων
διανομήν, εἰς ἔλεγχον τῆς τοιαύτης ἀνοίας ἐξελέγησαν αἱ πα- (5)
ροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦσαι ἀναβλύζειν καὶ ἐκλάμπειν
καὶ πεφηνέναι τὸν υἱὸν ἐκ πατρός· οὐ γὰρ δή τις ἐρεῖ ὡς οὐχ
ὁ υἱός ἐστιν ὁ ἀναβλύζων καὶ ἐκλάμπων καὶ πεφηνὼς ἐκ πατρὸς
οὐσιωδῶς καὶ ἐνυποστάτως, ἀλλὰ τὰ χαρίσματα τοῦ υἱοῦ.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ δωδεκάτη (t)
πνεῦμα μὴ δηλοῦν τὸ οὐσιωδῶς καὶ ἐνυποστάτως ὑπάρχειν αὐτὸ
ἐκ τοῦ υἱοῦ, ἀλλὰ τὴν ἐξ αὐτοῦ τῶν πνευματικῶν χαρισμάτων
διανομήν, εἰς ἔλεγχον τῆς τοιαύτης ἀνοίας ἐξελέγησαν αἱ πα- (5)
ροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦσαι ἀναβλύζειν καὶ ἐκλάμπειν
καὶ πεφηνέναι τὸν υἱὸν ἐκ πατρός· οὐ γὰρ δή τις ἐρεῖ ὡς οὐχ
ὁ υἱός ἐστιν ὁ ἀναβλύζων καὶ ἐκλάμπων καὶ πεφηνὼς ἐκ πατρὸς
οὐσιωδῶς καὶ ἐνυποστάτως, ἀλλὰ τὰ χαρίσματα τοῦ υἱοῦ.
(antepi.) Τοῦ αὐτοῦ ἀντεπιγραφὴ δωδεκάτη (t)
Τὸ γεννητῶς ἔκ τινος ἢ ἐκπορευτῶς τὴν ὕπαρξιν ἔχον ἐξ (1)
αὐτοῦ καὶ προϊέναι λέγεται καὶ ἐκπέμπεσθαι καὶ ἐκλάμπειν, εἴ-
περ φῶς ἐστι, καὶ ὅσα παραπλήσια τούτοις. Οὐ μὴν πᾶν τὸ
προϊὸν ἢ ἐκπεμπόμενον ἢ ἐκλάμπον ἔκ τινος καὶ ἐξ ἐκείνου γεν-
νητῶς ἢ ἐκπορευτῶς τὴν ὕπαρξιν ἔχει καὶ ἐν ἰδίᾳ ὑποστάσει (5)
ἐστίν. Οὗτος δέ, ὁ τὰς ἐπιγραφὰς ταύτας συγγραψάμενος, τόλ-
μαν ἐγκαλεῖ τοῖς εὐσεβῶς καὶ νουνεχῶς φρονοῦσι, τολμητίας ὢν
αὐτὸς περὶ τὸ δυσσεβεῖν. |