Bulgarian English
home
news
holy scripture
liturgy
lifes
sources І-ІІІ c.
sources ІV-VІІІ c.
sources after VІІІ c.
research
gallery
contacts
donate
signup
installation
Patrologia orientalis
Patrologia graeca
ΜΥΣΤΑΓΩΓΙΑ
Written by ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ   
ΜΥΣΤΑΓΩΓΙΑ*


Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν ἐπὶ τῆς συνάξεως τελούμενα καθεστήκῃ.

ΠΡΟΟΙΜΙΟΝ

Πῶς σοφώτερος γίνεται λαβὼν ἀφορμὴν ὁ σοφός, καὶ δίκαιος γνοὺς προσθήσει τοῦ δέχεσθαι, κατὰ τὴν θείαν παροιμίαν, σαφῶς αὐτός, πάντων μοι τιμιώτατε, κατ᾽ αὐτὴν ἔδειξας τὴν πεῖραν, ἔργῳ διδάξας ὅπερ ὁ θεῖος σοφῶς ὑπαινίσσεται λόγος. Ἅπαξ γὰρ ἀκούσας μου κατ᾽ ἐπιδρομὴν ἐπιτόμως, ὡς οἷόν τε ἦν, ἀφηγουμένου τὰ ἄλλῳ τινὶ μεγάλῳ γέροντι, καὶ ὄντως τὰ θεῖα σοφῷ περί τε τῆς ἁγίας Ἐκκλησίας, καὶ τῆς ἐν αὐτῇ ἐπιτελουμένης ἁγίας συνάξεως καλῶς τε καὶ μυστικῶς θεωρηθέντα, καὶ ὡς ἐνῆν μάλιστα διδασκαλικῶς, ἀπῄτεις με κατεπείγων ἐξ αὐτῆς ἔγγραφόν σοι ποιεῖσθαι τὴν τούτων διήγησιν, λήθης φάρμακον καὶ βοήθειαν μνήμης ἔχειν τὸ γράμμα βεβουλημένος, φυσικῶς τὸν χρόνον ἐχούσης φάσκων δαμάζοντα· καὶ ἀνεπαισθήτως διὰ λήθης τῶν ἐναποκειμένων συλᾷν τε καὶ ἀφανίζειν παντελῶς τοὺς τύπους καὶ τὰς εἰκόνας δυνάμενον, καὶ διὰ τοῦτο πάντως δεομένης τοῦ ἀνακαινίζοντος τρόπου, καθ᾽ ὃν ἡ τοῦ λόγου δύναμις διὰ παντὸς ἀκμάζουσα συντηρεῖν πέφυκε τὴν μνήμην ἀπαθῆ καὶ ἀμείωτον. Ὅσον δὲ τοῦ ἁπλῶς ἀκούειν τὸ καὶ διαμονὴν ἀκαθαίρετον τῶν ἀκουσθέντων ἐπιζητεῖν ἐστι σοφώτερον, ἐπίσταται πάντως πᾶς ὁ καὶ μικρὸν εὐγενείας λογικῆς ἐπιμελούμενος, καὶ μὴ πάντη τῆς πρὸς τὸν λόγον οἰκειότητος ὑπάρχων ἀλλότριος.


Ако искате да изтеглите цялото съчинение в doc формат, натиснете тук.
< Prev   Next >