Bulgarian English
home
news
holy scripture
liturgy
lifes
sources І-ІІІ c.
sources ІV-VІІІ c.
sources after VІІІ c.
research
gallery
contacts
donate
signup
installation
Patrologia orientalis
Patrologia graeca
ΕΡΩΤΑΠΟΚΡΙΣΕΙΣ
Written by ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ   
ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *

2ος Τόμος - 14 Α 136
ΕΡΩΤΑΠΟΚΡΙΣΕΙΣ Α' 136
ΠΡΟΣ ΘΕΟΠΕΜΠΤΟΝ ΣΧΟΛΑΣΤΙΚΟΝ 221
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΝΘ' (59) ΨΑΛΜΟΝ 224




ΕΡΩΤΑΠΟΚΡΙΣΕΙΣ Α' *

(14Α_010>
ΕΡΩΤΗΣΙΣ 1
ΑΠΟΚΡΙΣΙΣ
*** *** πάθεσιν καὶ τὴν προσβολὴν μειοῖ τὴν κακίαν καὶ πάλιν εἰς τὸ πρότερον ἀποκαθίσταται σχῆμα, τουτέστιν εἰς τὴν κατὰ φύσιν ἐπιθυμίαν εἴ τινες *** ἔφεσις καὶ πόθος Θεοῦ. Τὸ δὲ τὴν χεῖρα βαλεῖν «εἰς τὸν κόλπον» σημαίνει τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν τοῦ Πατρὸς Λόγον, ἐν τῷ ἡμετέρῳ τῆς φύσεως ἐργαστηρίῳ σαρκούμενον· τοῦτο γὰρ ὁ κόλπος καὶ ἡ λευκὴ χεὶρ σημαίνει· καὶ πάλιν ἐν τῷ προτέρῳ σχήματι τῆς χειρὸς ἀποκαθισταμένης δηλοῦται ὡς μετὰ τὴν ἀνάστασιν ὁ Κύριος ἀναλαμφθεὶς ἐν τῷ πατρικῷ κόλπῳ ἀπεκατέστη. Μωυσῆς γὰρ ὡς μεσίτης τοῦ Θεοῦ καὶ τοῦ λαοῦ γεγονώς, ποτὲ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς πρόσωπον ἐπέχει, ποτὲ δὲ τῆς ἡμετέρας φύσεως.

ΕΡΩΤΗΣΙΣ 2
Τί σημαίνει ὁ ἐν γῇ Σενναὰρ οἰκοδομούμενος πύργος;
ΑΠΟΚΡΙΣΙΣ
Οἰκοδομοῦμεν καὶ ἡμεῖς πύργον ὅτ᾽ ἂν ἐξ ἀνατολῶν κινηθῶμεν, τουτέστιν ὅτ᾽ ἂν ἀποκινηθῶμεν τῆς γνώσεως· ἐρχόμεθα δὲ εἰς γῆν Σενναάρ, τουτέστιν εἰς τὸ τῆς γαστριμαργίας πάθος· (≡14Α_012≡> Σενναὰρ γὰρ ‘γρηγόρησις ὀδόντων’ ἑρμηνεύεται· εἶτα καὶ οἰκοδομοῦμεν πύργον, τουτέστιν τὰ σαρκικὰ πάθη περὶ πολλοῦ ποιούμεθα καὶ οἰκοδομοῦμεν πάθος πάθει συνάπτοντες. «Ἕως δὲ τοῦ οὐρανοῦ»· οὐ γάρ ποτε παύσασθαι βούλονται οἱ περὶ τὰ μάταια τὴν σπουδὴν ἔχοντες, ἀλλ᾽ ἀπλήρωτον τὴν περὶ αὐτὰ ὄρεξιν ἔχουσιν. Παύει δὲ ὁ Θεὸς τὴν τοῦ πύργου οἰκοδομὴν καὶ «συγχεῖ τὰς γλώσσας» ὅτ᾽ ἂν πρὸς τὸ συμφέρον παιδεύων ἐγκόπτει τὴν ἡμετέραν κακίαν· ὅτ᾽ ἂν γὰρ τὸν ἐπὶ τῇ ἀκαθαρσίᾳ τῆς πορνείας ἡττημένον νόσῳ παιδεύει ἢ τὸν τῇ γαστριμαργίᾳ δεδουλωμένον πενίᾳ σωφρονίζει, οἱονεὶ ἐγκοπὴν τοῦ τῶν παθῶν πύργου ποιεῖται, «συγχέων» ἅμα καὶ τὰς γλώσσας· τὸν γὰρ πόρνον πάντοτε περὶ πορνείας μελετῶντα καταστείλας τῇ νόσῳ, εἰς τὴν περὶ τοῦ σώματος ὑγεῖαν ἀπασχολεῖσθαι ποιήσας, οἱονεὶ τὴν φωνὴν συγχέας τῆς συνεχοῦς μελέτης τοῦ πάθους.

ΕΡΩΤΗΣΙΣ 3
Τί σημαίνει «Δαβὶδ ψάλλων καὶ τὸ πονηρὸν πνεῦμα τοῦ Σαοὺλ καταπαύων»;
ΑΠΟΚΡΙΣΙΣ
Πᾶς ὁ κατὰ τὸν μακάριον Δαβὶδ ποιμαίνων τὰ πρόβατα, τουτέστιν τὸ λογιστικὸν τῆς ψυχῆς, καὶ νικῶν θυμὸν καὶ ἐπιθυμίαν καθάπερ ἐκεῖνος τὸν λέοντα καὶ τὴν ἄρκον, οὗτος τῷ λόγῳ τῆς διδασκαλίας χρώμενος μετά τινος ὑψηλῆς θεωρίας ἡδύνει τὸν ἀκούοντα καὶ τὰ ἐν αὐτῷ τῆς κακίας πάθη κατευνάζει.


Ако искате да изтеглите целия текст в doc формат, натиснете тук.
< Prev   Next >