ΕΠΙΣΤΟΛΑΙ ΥΠΟΒΟΛΙΜΑΙΑΙ
IΓNATIΩι MAΡIA EK KAΣΣOBOΛΩN.
Mαρία προσήλυτος Ἰησοῦ Χριστοῦ Ἰγνατίῳ Θεοφόρῳ μακαριωτάτῳ
ἐπισκόπῳ ἐκκλησίας ἀποστολικῆς τῆς κατὰ Ἀντιόχειαν ἐν θεῷ
πατρὶ καὶ Ἰησοῦ ἠγαπημένῳ χαίρειν καὶ ἐρρῶσθαι. πάντοτέ
σοι εὐχόμεθα τὴν ἐν αὐτῷ χαράν τε καὶ ὑγείαν.
Ἐπειδή, θαυμάσιε, καὶ παρ' ἡμῖν ὁ Χριστὸς ἐγνωρίσθη
υἱὸς εἶναι τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἐν ὑστέροις καιροῖς ἐνηνθρω-
πηκέναι διὰ παρθένου Mαρίας ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ
κατὰ τὰς περὶ αὐτοῦ ὑπ' αὐτοῦ προρρηθείσας φωνὰς παρὰ τοῦ τῶν
προφητῶν χοροῦ, τούτου ἕνεκεν παρακαλοῦμεν ἀξιοῦντες ἀποσταλῆναι
ἡμῖν παρὰ τῆς σῆς συνέσεως Mάριν τὸν ἑταῖρον ἡμῶν ἐπίσκοπον
τῆς ἡμεδαπῆς Nέας πόλεως τῆς πρὸς τῷ Zαρβῷ, καὶ Eὐλόγιον
Kασσοβόλων πρεσβύτερον, ὅπως μὴ ὦμεν ἔρημοι τῶν προστατῶν
τοῦ θείου λόγου,
καθά που καὶ Mωσῆς λέγει• Ἐπισκεψάσθω
κύριος ὁ θεὸς ἄνθρωπον, ὃς ὁδηγήσει τὸν λαὸν τοῦτον, καὶ οὐκ
ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν.
Ὑπὲρ δὲ τοῦ νέους εἶναι τοὺς προγεγραμμένους δείσῃς μηδέν,
ὦ μακάριε. γινώσκειν γάρ σε θέλω, ὡς ὑπερφρονοῦσι σαρκὸς καὶ
τῶν ταύτης παθῶν ἀλογοῦσιν αὐτοὶ ἐν ἑαυτοῖς, προσφάτῳ νεότητι
ἱερωσύνης ἀστράπτοντες πολιᾷ.
ἀνάσκαλον δὲ τὸν λογισμόν σου
διὰ τοῦ δοθέντος σοι παρὰ θεοῦ διὰ Χριστοῦ πνεύματος αὐτοῦ,
καὶ γνώσῃ, ὡς Σαμουὴλ μικρὸν παιδάριον ὢν ὁ βλέπων ἐκλήθη,
καὶ τῷ χορῷ τῶν προφητῶν ἐγκαταλεχθεὶς τὸν πρεσβύτην Ἠλεὶ
παρανομίας ἐξελέγχει, ὅτι παραπλῆγας υἱεῖς θεοῦ τοῦ πάντων αἰτίου
προτετιμήκει καὶ παίζοντας εἰς τὴν ἱερωσύνην καὶ εἰς τὸν λαὸν
ἀσελγαίνοντας εἴασεν ἀτιμωρήτους.
Δανιὴλ δὲ ὁ σοφὸς νέος ὢν ἔκρινεν ὠμογέροντάς τινας,
δείξας ἐξώλεις αὐτοὺς καὶ οὐ πρεσβυτέρους εἶναι καὶ τῷ γένει
Ἰουδαίους ὄντας τῷ τρόπῳ Χαναναίους ὑπάρχειν.
καὶ Ἱερε-
μίας διὰ τὸ νέον παραιτούμενος τὴν ἐγχειριζομένην αὐτῷ πρὸς
τοῦ θεοῦ προφητείαν ἀκούει• Mὴ λέγε, ὅτι νεώτερός εἰμι, διότι
πρὸς πάντας, οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ καὶ κατὰ πάντα,
ὅσα ἂν ἐντείλωμαί σοι, λαλήσεις, ὅτι μετά σου ἐγώ εἰμι.
Σολομὼν δὲ ὁ σοφὸς δυοκαίδεκα τυγχάνων ἐτῶν συνῆκε τὸ μέγα
τῆς ἀγνωσίας τῶν γυναικῶν ἐπὶ τοῖς σφετέροις τέκνοις ζήτημα,
ὡς πάντα τὸν λαὸν ἐκστῆναι ἐπὶ τῇ τοσαύτῃ τοῦ παιδὸς σοφίᾳ
καὶ φοβηθῆναι οὐχ ὡς μειράκιον, ἀλλ' ὡς τέλειον ἄνδρα.
τὰ
δὲ αἰνίγματα τῆς Aἰθιόπων βασιλίδος, φορὰν ἔχοντα ὥσπερ τὰ
τοῦ Nείλου •εύματα, οὕτως ἐπελύσατο, ὡς ἔξω ἑαυτῆς γενέσθαι
τὴν οὕτως σοφήν.
Ἰωσίας δὲ ὁ θεοφιλὴς ἄναρθρα σχεδὸν ἔτι φθεγγόμενος
ἐλέγχει τοὺς τῷ πονηρῷ πνεύματι κατόχους, ὡς ψευδολόγοι καὶ
λαοπλάνοι τυγχάνουσι, δαιμόνων τε ἐκκαλύπτει τὴν ἀπάτην καὶ
τοὺς οὐκ ὄντας θεοὺς παραδειγματίζει καὶ τοὺς ἱερωμένους αὐτοῖς
νηποινὶ κατασφάζει, βωμούς τε αὐτῶν ἀνατρέπει καὶ θυσιαστή-
ρια νεκροῖς λειψάνοις μιαίνει τεμένη τε καθαιρεῖ καὶ τὰ ἄλση
ἐκκόπτει καὶ τὰς στήλας συντρίβει καὶ τοὺς τῶν ἀσεβῶν τάφους
ἀνορύττει, ἵνα μηδὲ σημεῖον ἔτι τῶν πονηρῶν ὑπάρχῃ• οὕτω τις
ζηλωτὴς ἦν τῆς εὐσεβείας καὶ τῶν ἀσεβῶν τιμωρός, ἔτι ψελλίζων
τῇ γλώττῃ.
Δαυὶδ δὲ ὁ προφήτης ὁμοῦ καὶ βασιλεύς, ἡ τοῦ
σωτηρίου κατὰ σάρκα ῥίζα, μειράκιον χρίεται ὑπὸ Σαμουὴλ εἰς
βασιλέα• φησὶν γάρ που αὐτός, ὅτι μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς
μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
Kαὶ ἐπιλείψει με ὁ χρόνος, εἰ πάντας ἀνιχνεύειν βου-
λοίμην τοὺς ἐν νεότητι εὐαρεστήσαντας θεῷ προφητείαν τε καὶ
ἱερωσύνην καὶ βασιλείαν ὑπὸ θεοῦ ἐγχειρισθέντας. ὑπομνήσεως
δὲ ἕνεκα αὐτάρκη καὶ τὰ εἰρημένα.
ἀλλά σε ἀντιβολῶ, μή
σοί τις περιττὴ εἶναι δόξω καὶ φανητιῶσα• οὐ γὰρ διδάσκουσά σε,
ἀλλ' ὑπομιμνήκουσα τὸν ἐμὸν ἐν θεῷ πατέρα τούτους παρεθέ-
μην τοὺς λόγους• γινώσκω γὰρ τὰ ἑαυτῆς μέτρα καὶ οὐ συμπαρ-
εκτείνω ἑαυτὴν τοῖς τηλικούτοις ὑμῖν.
ἀσπάζομαί σου τὸν
ἅγιον κλῆρον καὶ τὸν φιλόχριστόν σου λαὸν τὸν ὑπὸ τὴν σὴν κηδε-
μονίαν ποιμαινόμενον. πάντες οἱ παρ' ἡμῖν πιστοὶ προσαγορεύου-
σίν σε, ὑγιαίνειν με κατὰ θεὸν προσεύχου, μακάριε ποιμήν.
ΠΡOΣ MAΡIAN.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ χάριτι θεοῦ πατρὸς ὑψίστου καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος πιστοτάτῃ, ἀξιοθέῳ, χριστοφόρῳ θυγατρὶ Mαρίᾳ πλεῖστα ἐν θεῷ χαίρειν.
Kρεῖττον μὲν γράμματος ὄψις, ὅσῳπερ μέρος οὖσα τοῦ χοροῦ τῶν αἰσθήσεων οὐ μόνον οἷς μεταδιδοῖ τὰ φιλικὰ τιμᾷ τὸν λαμβάνοντα, ἀλλὰ καὶ οἷς ἀντιδέχεται τὸν ἐπὶ τοῖς κρείττοσι πόθον πλουτεῖ.
πλὴν δεύτερος, φασί, λιμὴν καὶ ὁ τῶν γραμμάτων τρόπος, ὃν ὥσπερ ἀγαθὸν ὅρμον δεδέγμεθα παρὰ τῆς σῆς πίστεως πόρρωθεν, ὥσπερ δι' αὐτῶν ἰδόντες τὸ ἔν σοι καλόν.
αἱ γὰρ τῶν ἀγαθῶν, ὦ πάνσοφε γύναι, ψυχαὶ ταῖς καθαρωτέραις ἐοίκασι πηγαῖς• ἐκεῖναί τε γὰρ τοὺς παριόντας, κἂν μὴ διψῶσιν, αὐτῷ τῷ εἴδει ἐφέλκονται αὐτοὺς ἀρύσασθαι τοῦ ποτοῦ, ἥ τε σὴ σύνεσις παρεγγυᾷ μετασχεῖν ἡμᾶς παρακελευομένη τῶν ἐν τῇ ψυχῇ σου βλυζόντων θείων ναμάτων.
Ἐγὼ δέ, ὦ μακαρία, οὐκ ἐμαυτοῦ νῦν τοσοῦτον, ὅσον ἄλλων γενόμενος, ταῖς πολλῶν τῶν ἐναντίων γνώμαις ἐλαύνομαι, τὰ μὲν φυγαῖς, τὰ δὲ φρουραῖς, τὰ δὲ δεσμοῖς.
ἀλλ' οὐδενὸς τούτων ἐπιστρέφομαι• ἐν δὲ τοῖς ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.
ὀναίμην τῶν δεινῶν τῶν ἐμοὶ ἡτοιμασμένων, ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.
Tὰ δὲ ὑπό σου διὰ τῆς ἐπιστολῆς κελευσθέντα ἀσμένως ἐπλήρωσα, ἐν οὐδενὶ ἀμφιβάλλων, ὧν αὐτὴ καλῶς ἔχειν δεδοκίμακας. ἔγνων γάρ σε κρίσει θεοῦ τὴν μαρτυρίαν τοῖν ἀνδροῖν πεποιῆσθαι, ἀλλ' οὐ χάριτι σαρκικῇ.
πάνυ δέ με ἧσαν καὶ αἱ συνεχεῖς σου τῶν γραφικῶν χωρίων μνῆμαι, ἃς ἀναγνοὺς οὐδὲ μέχρις ἐννοίας ἐνεδοίασα περὶ τὸ πρᾶγμα• οὐ γὰρ εἶχον
τίσιν ὀφθαλμοῖς ἐκδραμεῖν, ὧν εἶχον ἀναντίρρητον ὑπό σου τὴν
ἀπόδειξιν.
ἀντίψυχόν σου γενοίμην ἐγώ, ὅτι φιλεῖς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος• διὸ καὶ αὐτὸς ἐρεῖ σοι• Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν εἰρήνην.
Ἐπέρχεται δέ μοι λέγειν, ὅτι ἀληθινὸς ὁ λόγος, ὃν ἤκουον περί σου, ἔτι οὔσης σου ἐν τῇ Ῥώμῃ παρὰ τῷ μακαρίῳ πάπᾳ Ἀνεγκλήτῳ, ὃν διεδέξατο τὰ νῦν ὁ ἀξιομακάριστος Kλήμης, ὁ Πέτρου καὶ Παύλου ἀκουστής. καὶ νῦν προσέθηκας ἐπ' αὐτῷ ἑκατονταπλασίως, καὶ προσθείης γε ἔτι, ὦ αὕτη.
σφόδρα ἐπεθύμουν ἐλθεῖν πρὸς ὑμᾶς, ὥστε συναναπαύσασθαι ὑμῖν. ἀλλ' οὐκ ἐν ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ• ἐπέχει γάρ μου τὴν πρόθεσιν, οὐ
συγχωροῦσα εἰς πέρας ἐλθεῖν ἡ στρατιωτικὴ φρουρά• ἀλλ' οὔτε ἐν οἷς εἰμι δρᾶν τι ἢ παθεῖν οἷός τε ἐγώ.
διὸ δεύτερον τῆς ἐν φίλοις παραμυθίας τὸ γράμμα λογιζόμενος κατασπάζομαι τὴν ἱεράν σου ψυχήν, παρακαλῶν προσθεῖναι τῷ τόνῳ• ὁ γὰρ παρὼν πόνος ὀλίγος, ὁ δὲ προσδοκώμενος μισθὸς πολύς.
Φεύγετε τοὺς ἀρνουμένους τὸ πάθος Χριστοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν. πολλοὶ δέ εἰσιν ἄρτι οἱ ταύτην νοσοῦντες τὴν ἀρρωστίαν. τὰ δὲ ἄλλα σοι παραινεῖν εὔηθες, κατηρτισμένῃ μὲν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, δυναμένῃ δὲ καὶ ἄλλους νουθετεῖν ἐν Χριστῷ.
ἄσπασαι πάντας τοὺς ὁμοίως σοι ἀντεχομένους τῆς ἑαυτῶν σωτηρίας ἐν Χριστῷ. ἀσπάζονταί σε οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πρὸ πάντων ὁ ἱερὸς Ἥρων. ἀσπάζεταί σε Kασσιανὸς ὁ ξένος μου καὶ ἡ ἀδελφή μου ἡ γαμετὴ αὐτοῦ καὶ τὰ φίλτατα αὐτῶν τέκνα.
ἐρρωμένην σε σαρκικὴν καὶ πνευματικὴν ὑγείαν ὁ κύριος ἁγιάσοι ἀεί, καὶ ἴδοιμί σε ἐν Χριστῷ τυγχάνουσαν τοῦ στεφάνου.
ΠΡOΣ TOΥΣ EN TAΡΣΩι.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ σεσωσμένῃ ἐν Χριστῷ ἐκκλησίᾳ,
ἀξιεπαίνῳ καὶ ἀξιομνημονεύτῳ καὶ ἀξιαγαπητῷ, τῇ οὔσῃ ἐν
Tαρσῷ, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ
Χριστοῦ πληθυνθείη διὰ παντός.
Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ, οὐχ ὑπὸ ἀλόγων θηρίων βιβρωσκόμενος (ταῦτα γάρ, ὡς ἴστε, θεοῦ θελήσαντος ἐφείσαντο τοῦ Δανιήλ), ὑπὸ δὲ ἀνθρωπομόρφων, οἷς ὁ ἀνήμερος θὴρ ἐμφωλεύων νύττει με ὁσημέραι καὶ τιτρώσκει.
ἀλλ' οὐδενὸς λόγον ποιοῦμαι τῶν δεινῶν, οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς ἀγαπῶν αὐτὴν μᾶλλον ἢ τὸν κύριον. διὸ ἕτοιμός εἰμι πρὸς
πῦρ, πρὸς θηρία, πρὸς ξίφος, πρὸς σταυρόν, μόνον ἵνα τὸν Χριστὸν ἴδω τὸν σωτῆρά μου καὶ θεόν, τὸν ὑπὲρ ἐμοῦ ἀποθανόντα.
παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος Χριστοῦ, ὁ διὰ γῆς καὶ θαλάσσης ἐλαυνόμενος• στήκετε ἐν τῇ πίστει ἑδραῖοι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται• γίνεσθε ἀκλινεῖς, ὅτι κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
Ἔγνων, ὅτι τινὲς τῶν τοῦ Σατανᾶ ὑπηρετῶν ἐβουλήθησαν ὑμᾶς ταράξαι• οἱ μέν, ὅτι Ἰησοῦς δοκήσει ἐγεννήθη καὶ δοκήσει ἐσταυρώθη καὶ δοκήσει ἀπέθανεν• οἱ δέ, ὅτι οὐκ ἔστιν υἱὸς τοῦ δημιουργοῦ• οἱ δέ, ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός• ἄλλοι δέ, ὅτι ψιλὸς ἄνθρωπός ἐστιν• ἕτεροι δέ, ὅτι ἡ σὰρξ αὕτη οὐκ ἐγείρεται καὶ δεῖ τὸν ἀπολαυστικὸν βίον ζῆν καὶ μετιέναι• τοῦτον γὰρ
εἶναι πέρας τῶν ἀγαθῶν τοῖς μετ' οὐ πολὺ φθαρησομένοις.
τοσούτων κακῶν ἐσμὸς εἰσεκώμασεν• ἀλλ' ὑμεῖς οὐδὲ πρὸς ὥραν εἴξατε τῇ ὑποταγῇ αὐτῶν. Παύλου γάρ ἐστε πολῖται καὶ μαθηταί, τοῦ ἀπὸ Ἱεροσολύμων καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ εὐαγγέλιον καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ περιφέροντος.
Oὗ μεμνημένοι πάντως γινώσκετε, ὅτι Ἰησοῦς ὁ κύριος ἀληθῶς ἐγεννήθη ἐκ Mαρίας, γενόμενος ἐκ γυναικός, καὶ ἀληθείᾳ ἐσταυρώθη. ἐμοὶ γάρ, φησί, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ.
καὶ ἀληθείᾳ ἀπέθανε καὶ ἀνέστη• εἰ παθητὸς γάρ, φησίν, ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν• καὶ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν
ἐφάπαξ• ὃ δὲ ζῇ, τῷ θεῷ ζῇ.
ἐπεὶ τίς χρεία δεσμῶν, Χριστοῦ μὴ ἀποθανόντος; τίς χρεία ὑπομονῆς; τίς χρεία μαστίγων; τί δήποτε Πέτρος μὲν ἐσταυροῦτο, Παῦλος δὲ καὶ Ἰάκωβος μαχαίρᾳ ἐτέμνοντο, Ἰωάννης δὲ ἐφυγαδεύετο ἐν Πάτμῳ, Στέφανος δὲ ἐν
λίθοις ἀνῃρεῖτο παρὰ τῶν κυριοκτόνων Ἰουδαίων; ἀλλ' οὐδὲν τούτων εἰκῆ• ἀληθείᾳ γὰρ ἐσταυρώθη ὁ κύριος ὑπὸ τῶν δυσσεβῶν.
Kαὶ οὗτος ὁ γεννηθεὶς ἐκ γυναικὸς υἱός ἐστι τοῦ θεοῦ, καὶ ὁ σταυρωθεὶς πρωτότοκος πάσης κτίσεως καὶ θεὸς λόγος, καὶ αὐτὸς ἐποίησε τὰ πάντα.
λέγει γὰρ ὁ ἀπόστολος• Eἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. καὶ πάλιν• Eἷς γὰρ θεὸς καὶ εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, καί• Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὁρατὰ καὶ ἀόρατα• καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.
Kαὶ ὅτι οὐκ αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός, ἀλλ' υἱὸς ἐκείνου, λέγει• Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν, καί• Ὅτε ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.
οὐκοῦν ἕτερός ἐστιν ὁ ὑποτάξας καὶ ὁ ὢν τὰ πάντα ἐν πᾶσιν, καὶ ἕτερος,
ᾧ ὑπετάγη, ὃς καὶ μετὰ πάντων ὑποτάσσεται.
Kαὶ οὔτε ψιλὸς ἄνθρωπος ὁ δι' οὗ καὶ ἐν ᾧ γέγονε τὰ πάντα• πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. ἡνίκα ἐποίει τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἐκεῖ ἤμην παρ' αὐτῷ ἁρμόζουσα, καὶ προσέχαιρέν μοι καθ' ἡμέραν.
πῶς δ' ἂν ὁ ψιλὸς ἄνθρωπος ἤκουσεν• Kάθου ἐκ δεξιῶν μου; πῶς δὲ καὶ ἔλεγεν• Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι; καί• Δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον
πρὸ τοῦ τὸν κόσμον γενέσθαι; ποῖος δὲ ἄνθρωπος ἔλεγεν• Kαταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με; περὶ ποίου δὲ ἀνθρώπου ἔλεγεν τό• Ἠν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον• ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω• εἰς τὰ
ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον;
πῶς οὖν ὁ τοιοῦτος ψιλὸς ἄνθρωπος καὶ ἐκ Mαρίας ἔχων τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλ' οὐχὶ θεὸς λόγος καὶ υἱὸς μονογενής; ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. καὶ ἐν ἄλλοις• Kύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ• πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
Ὅτι δὲ καὶ ἀνίσταται τὰ σώματα ἡμῶν, λέγει• Ἀμὴν
λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. καὶ ὁ ἀπόστολος• Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
καὶ ὅτι δεῖ σωφρόνως ζῆν καὶ δικαίως, πάλιν λέγει• Mὴ πλανᾶσθε• οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πόρνοι οὔτε λοίδοροι οὔτε μέθυσοι οὔτε κλέπται βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται, καί• Eἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται• κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν,
κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν• ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν•
ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν• αὔριον γὰρ ἀποθνήσκομεν.
οὕτω δὲ διακείμενοι, τί διοίσομεν ὄνων καὶ κυνῶν, οἳ μηδὲν τοῦ μέλλοντος φροντίζοντες μόνου τοῦ φαγεῖν εἰσιν ὀρεκτικοὶ καὶ τῶν μετὰ τὸ φαγεῖν; ἀν-
επιστάτητοι γάρ εἰσι τοῦ κινοῦντος ἔνδοθεν νοῦ.
Ὀναίμην ὑμῶν ἐν κυρίῳ. νήφετε• πᾶσαν ἕκαστος κακίαν ἀπόθεσθε καὶ τὸν θηριώδη θυμόν, καταλαλιάν, συκοφαντίαν, αἰσχρολογίαν, εὐτραπελίαν, ψιθυρισμόν, φυσίωσιν, μέθην, λαγνείαν, φιλαργυρίαν, φιλοδοξίαν, φθόνον καὶ πᾶν τὸ τούτοις συνῳδόν. ἐνδύσασθε δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
οἱ πρεσβύτεροι ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, οἱ διάκονοι τοῖς πρεσβυτέροις,
ὁ λαὸς τοῖς διακόνοις. ἀντίψυχον ἐγὼ τῶν φυλαττόντων ταύτην
τὴν εὐταξίαν• καὶ ὁ κύριος εἴη μετ' αὐτῶν διηνεκῶς.
Oἱ ἄνδρες στέργετε τὰς γαμετὰς ὑμῶν, αἱ γυναῖκες τοὺς ὁμοζύγους• οἱ παῖδες τοὺς γονεῖς προηγεῖσθε, οἱ γονεῖς τὰ τέκνα ἐκτρέφετε ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου• τὰς ἐν παρθενίᾳ τιμᾶτε ὡς ἱερείας Χριστοῦ, τὰς ἐν σεμνότητι χήρας ὡς θυσιαστήριον θεοῦ.
οἱ κύριοι μετὰ φειδοῦς τοῖς δούλοις ἐπιτάσσετε• οἱ δοῦλοι μετὰ φόβου τοῖς κυρίοις ἐξυπηρετεῖτε. μηδεὶς ἐν ὑμῖν ἀργὸς ἔστω• μήτηρ γὰρ τῆς ἐνδείας ἡ ἀργία. ταῦτα οὐκ ἐπιτάττω ὡς ὤν τι, εἰ καὶ δέδεμαι, ἀλλ' ὡς ἀδελφὸς ὑπομιμνήσκω.
εἴη κύριος μεθ' ὑμῶν.
Ὀναίμην ὑμῶν τῶν προσευχῶν• προσεύχεσθε, ἵνα Ἰησοῦ ἐπιτύχω. παρατίθεμαι ὑμῖν τὴν ἐν Ἀντιοχείᾳ ἐκκλησίαν.
ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας καὶ Πολύκαρπος ὁ ἄνθρωπος θεοῦ, ᾧ καὶ παραθήσομαι τὴν ἐκκλησίαν τῆς Συρίας. ἀσπάζεται ὑμᾶς ἡ ἐκκλησία Φιλιππησίων, ὅθεν καὶ γράφω ὑμῖν.
ἀσπάζεται ὑμᾶς Φίλων ὁ διάκονος ὑμῶν, ᾧ καὶ ἐγὼ εὐχαριστῶ σπουδαίως ὑπηρετοῦντί μοι ἐν πᾶσιν. ἀσπάζεται ὑμᾶς Ἀγαθόπους ὁ διάκονος, ὃς ἐκ Συρίας ἀκολουθεῖ μοι ἐν Χριστῷ.
ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζομαι πάντας καὶ πάσας τοὺς ἐν Χριστῷ. ἔρρωσθε σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐμοῦ μὴ ἐπιλάθησθε. ὁ κύριος μεθ' ὑμῶν.
ΠΡOΣ ANTIOΧEIΣ.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ ἠλεημένῃ ὑπὸ θεοῦ, ἐκλε-
λεγμένῃ ὑπὸ Χριστοῦ, παροικούσῃ ἐν Συρίᾳ καὶ πρώτῃ Χρι-
στοῦ ἐπωνυμίαν λαβούσῃ, τῇ ἐν Ἀντιοχείᾳ, ἐν θεῷ πατρὶ καὶ
κυρίῳ Ἰησοῦ Χριστῷ χαίρειν.
Ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ κύριος πεποίηκεν
μαθόντι εἰρηνεύειν ὑμᾶς καὶ ἐν πάσῃ ὁμονοίᾳ σαρκικῇ τε καὶ
πνευματικῇ διάγειν.
παρακαλῶ οὖν ὑμᾶς, ἐγὼ ὁ δέσμιος ἐν
κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, φυλαττό-
μενοι τὰς εἰσκωμασάσας αἱρέσεις τοῦ πονηροῦ ἐπ' ἀπάτῃ καὶ ἀπω-
λείᾳ τῶν πειθομένων αὐτῷ, προσέχειν δὲ τῇ τῶν ἀποστόλων δι-
δαχῇ καὶ νόμῳ καὶ προφήταις πιστεύειν, πᾶσαν ἰουδαϊκὴν καὶ
ἑλληνικὴν ἀπορρίψαι πλάνην καὶ μήτε πλῆθος θεῶν ἐπεισάγειν
μήτε τὸν Χριστὸν ἀρνεῖσθαι προφάσει τοῦ ἑνὸς θεοῦ.
Mωσῆς τε γὰρ ὁ πιστὸς θεράπων τοῦ θεοῦ εἰπών• Kύ-
ριος ὁ θεός σου κύριος εἷς ἐστιν, καὶ τὸν ἕνα καὶ μόνον κηρύξας
θεόν, ὡμολόγησεν εὐθέως καὶ τὸν κύριον ἡμῶν λέγων• Kύριος
ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον.
καὶ πάλιν• Kαὶ εἶπεν ὁ θεός• ποιήσωμεν ἄνθρωπον κατ'
εἰκόνα ἡμετέραν• καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ'
εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἑξῆς• Ἐν εἰκόνι θεοῦ ἐποίησα
τὸν ἄνθρωπον.
καὶ ὅτι γενήσεται ἄνθρωπος, φησίν• Προ-
φήτην ὑμῖν ἀναστήσει κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
Oἵ τε προφῆται εἰπόντες ὡς ἐκ προσώπου τοῦ θεοῦ•
Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ
ἔστιν θεός, περὶ τοῦ πατρὸς τῶν ὅλων λέγουσιν.
καὶ περὶ
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ• Υἱός, φησίν, ἐδόθη ἡμῖν, οὗ ἡ
ἀρχὴ ἄνωθεν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς
ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής.
καὶ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ• Ἰδοὺ ἡ παρθένος ἐν
γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ
Ἐμμανουήλ. καὶ περὶ τοῦ πάθους• Ὡς πρόβατον ἐπὶ σφαγὴν
ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος,
καί• Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.
Oἵ τε εὐαγγελισταὶ εἰπόντες τὸν ἕνα πατέρα μόνον ἀλη-
θινὸν θεόν, καὶ τὰ κατὰ τὸν κύριον ἡμῶν οὐ παρέλιπον, ἀλλ'
ἔγραψαν• Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν
καὶ θεὸς ἦν ὁ λόγος• οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν• πάντα
δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
καὶ
περὶ τῆς ἐνανθρωπήσεως• Ὁ λόγος, φησίν, σὰρξ ἐγένετο καὶ
ἐσκήνωσεν ἐν ἡμῖν, καί• Bίβλος γενέσεως Ἰησοῦ Χριστοῦ
υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ.
οἱ δὲ ἀπόστολοι εἰπόντες, ὅτι
θεὸς εἷς ἐστιν, εἶπον οἱ αὐτοί, ὅτι εἷς καὶ μεσίτης θεοῦ καὶ
ἀνθρώπων, καὶ τὴν ἐνσωμάτωσιν καὶ τὸ πάθος οὐκ ἐπῃσχύνθη-
σαν• τί γάρ φησιν; Ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν
ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Πᾶς οὖν, ὅστις ἕνα καταγγέλλει θεὸν ἐπ' ἀναιρέσει τῆς
τοῦ Χριστοῦ θεότητος, υἱός ἐστιν διαβόλου καὶ ἐχθρὸς πάσης δικαιο-
σύνης• ὅ τε ὁμολογῶν Χριστὸν οὐ τοῦ ποιήσαντος τὸν κόσμον
υἱόν, ἀλλ' ἑτέρου τινὸς ἀγνώστου, παρ' ὃν ἐκήρυξεν ὁ νόμος καὶ
οἱ προφῆται, οὗτος ὄργανόν ἐστιν αὐτοῦ τοῦ διαβόλου•
ὅ τε τὴν
ἐνανθρώπησιν παραιτούμενος καὶ τὸν σταυρὸν ἐπαισχυνόμενος, δι'
ὃν δέδεμαι, οὗτός ἐστιν ἀντίχριστος• ὅ τε ψιλὸν ἄνθρωπον λέγων
τὸν Χριστὸν ἐπάρατός ἐστι κατὰ τὸν προφήτην, οὐκ ἐπὶ θεῷ πε-
ποιθώς, ἀλλ' ἐπὶ ἀνθρώπῳ• διὸ καὶ ἄκαρπός ἐστιν παραπλησίως
τῇ ἀγριομυρίκῃ.
Tαῦτα γράφω ὑμῖν, ὦ τοῦ Χριστοῦ νεολαία, οὐ συνει-
δὼς ὑμῖν τὸ τοιοῦτο φρόνημα, ἀλλὰ προφυλαττόμενος ὑμᾶς, ὡς
πατὴρ τὰ ἑαυτοῦ τέκνα.
βλέπετε οὖν τοὺς κακεντρεχεῖς ἐρ-
γάτας, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος
ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν•
βλέπετε τοὺς κύνας τοὺς ἐνεούς, τοὺς ὄφεις τοὺς συρομένους, τὰ
φολιδωτὰ δρακόντια, τὰς ἀσπίδας, τοὺς βασιλίσκους, τοὺς σκορ-
πίους• οὗτοι γάρ εἰσι θῶες ἀλωποί, ἀνθρωπόμιμοι πίθηκοι.
Παύλου καὶ Πέτρου γεγόνατε μαθηταί• μὴ ἀπολέσητε
τὴν παραθήκην. μνημονεύσατε Eὐοδίου τοῦ ἀξιομακαρίστου ποι-
μένος ὑμῶν, ὃς πρῶτος ἐνεχειρίσθη παρὰ τῶν ἀποστόλων τὴν
ὑμετέραν προστασίαν. μὴ καταισχύνωμεν τὸν πατέρα, γενώμεθα
γνήσιοι παῖδες, ἀλλὰ μὴ νόθοι.
οἴδατε, ὅπως συνανεστράφην
μεθ' ὑμῶν. ἃ παρὼν ἔλεγον ὑμῖν, ταῦτα καὶ ἀπὼν γράφω• Eἴ
τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. μιμηταί μου
γίνεσθε. ἀντίψυχον ὑμῶν γενοίμην, ὅταν Ἰησοῦ ἐπιτύχω. μνη-
μονεύετέ μου τῶν δεσμῶν.
Oἱ πρεσβύτεροι, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον, ἕως
ἀναδείξῃ ὁ θεὸς τὸν μέλλοντα ἄρχειν ὑμῶν• ἐγὼ γὰρ ἤδη σπέν-
δομαι, ἵνα Χριστὸν κερδήσω.
οἱ διάκονοι γινωσκέτωσαν, οἵου
εἰσὶν ἀξιώματος, καὶ σπουδαζέτωσαν ἄμεμπτοι εἶναι, ἵνα ὦσιν
μιμηταὶ Χριστοῦ. ὁ λαὸς ὑποτασσέσθω τοῖς πρεσβυτέροις καὶ
τοῖς διακόνοις. αἱ παρθένοι γινωσκέτωσαν, τίνι καθιέρωσαν ἑαυτάς.
Oἱ ἄνδρες στεργέτωσαν τὰς ὁμοζύγους, μνημονεύοντες,
ὅτι μία ἑνί, οὐ πολλαὶ ἑνὶ ἐδόθησαν ἐν τῇ κτίσει. αἱ γυναῖκες
τιμάτωσαν τοὺς ἄνδρας ὡς σάρκα ἰδίαν, μηδὲ ἐξ ὀνόματος αὐτοὺς
τολμάτωσαν καλεῖν• σωφρονείτωσαν δέ, μόνους ἄνδρας τοὺς ὁμο-
ζύγους εἶναι νομίζουσαι, οἷς καὶ ἡνώθησαν κατὰ γνώμην θεοῦ.
οἱ γονεῖς τὰ τέκνα παιδεύετε παιδείαν ἱεράν. τὰ τέκνα τι-
μᾶτε τοὺς γονεῖς, ἵνα εὖ ὑμῖν ᾖ.
Oἱ δεσπόται μὴ ὑπερηφάνως τοῖς δούλοις προσέχετε,
μιμούμενοι τὸν τλητικὸν Ἰὼβ εἰπόντα• Eἰ δὲ καὶ ἐφαύλισα κρῖμα
θεράποντός μου ἢ θεραπαίνης μου, κρινομένων αὐτῶν πρός με•
τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ὁ κύριος ποιήσηται; καὶ τὰ
ἑξῆς ἐπίστασθε.
οἱ δοῦλοι μὴ παροργίζετε τοὺς δεσπότας ἐν
μηδενί, ἵνα μὴ κακῶν ἀνηκέστων ἑαυτοῖς αἴτιοι γένησθε.
Mηδεὶς ἀργὸς ἐσθιέτω, ἵνα μὴ ῥεμβὸς γένηται καὶ πορ-
νοκόπος. μέθη, ὀργή, φθόνος, λοιδορία, κραυγή, βλασφημία
μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν. αἱ χῆραι μὴ σπαταλάτωσαν, ἵνα
μὴ καταστρηνιάσωσι τοῦ λόγου.
τῷ καίσαρι ὑποτάγητε, ἐν οἷς
ἀκίνδυνος ἡ ὑποταγή. τοὺς ἄρχοντας μὴ ἐρεθίζετε εἰς παρο-
ξυσμόν, ἵνα μὴ δῶτε ἀφορμὴν τοῖς ζητοῦσι καθ' ὑμῶν.
περὶ
δὲ γοητείας ἢ παιδεραστίας ἢ φόνου περιττὸν τὸ γράφειν, ὁπότε
ταῦτα καὶ τοῖς ἔθνεσιν ἀπηγόρευται πράττειν. ταῦτα οὐχ ὡς
ἀπόστολος παρακελεύομαι, ἀλλ' ὡς σύνδουλος ὑμῶν ὑπομιμνήσκω
ὑμᾶς.
Ἀσπάζομαι τὸ ἅγιον πρεσβυτέριον. ἀσπάζομαι τοὺς
ἱεροὺς διακόνους καὶ τὸ ποθεινόν μοι ὄνομα, ὃν ἐπίδοιμι ἀντὶ ἐμοῦ
ἐν πνεύματι ἁγίῳ, ὅταν Χριστοῦ ἐπιτύχω• οὗ ἀντίψυχον γενοίμην.
ἀσπάζομαι ὑποδιακόνους, ἀναγνώστας, ψάλτας, πυλωρούς, τοὺς
κοπιῶντας, ἐπορκιστάς, ὁμολογητάς. ἀσπάζομαι τὰς φρουροὺς
τῶν ἁγίων πυλώνων, τὰς ἐν Χριστῷ διακόνους.
ἀσπάζομαι
τὰς χριστολήπτους παρθένους, ὧν ὀναίμην ἐν κυρίῳ Ἰησοῦ. ἀσπά-
ζομαι τὰς σεμνοτάτας χήρας. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ
μικροῦ ἕως μεγάλου καὶ πάσας τὰς ἀδελφάς μου ἐν κυρίῳ.
Ἀσπάζομαι Kασσιανὸν καὶ τὴν ὁμόζυγον αὐτοῦ καὶ
τὰ φίλτατα αὐτοῦ τέκνα. ἀσπάζεται ὑμᾶς Πολύκαρπος ὁ ἀξιο-
πρεπὴς ἐπίσκοπος, ᾧ καὶ μέλει περὶ ὑμῶν, ᾧ καὶ παρεθέμην ὑμᾶς
ἐν κυρίῳ• καὶ πᾶσα δὲ ἡ ἐκκλησία Σμυρναίων μνημονεύει ὑμῶν ἐν
ταῖς προσευχαῖς ἐν κυρίῳ.
ἀσπάζεται ὑμᾶς Ὀνήσιμος ὁ Ἐφε-
σίων ποιμήν. ἀσπάζεται ὑμᾶς Δαμᾶς ὁ Mαγνησίας ἐπίσκοπος.
ἀσπάζεται ὑμᾶς Πολύβιος ὁ Tραλλαίων. ἀσπάζεται ὑμᾶς Φίλων
καὶ Ἀγαθόπους οἱ διάκονοι, οἱ συνακόλουθοί μου. ἀσπάσασθε
ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
Tαῦτα ἀπὸ Φιλίππων γράφω ὑμῖν. ἐρρωμένους
ὑμᾶς ὁ ὢν μόνος ἀγέννητος διὰ τοῦ πρὸ αἰώνων γεγεννημένου
διαφυλάξαι πνεύματι καὶ σαρκί, καὶ ἴδοιμι ὑμᾶς ἐν τῇ τοῦ Χριστοῦ
βασιλείᾳ.
ἀσπάζομαι τὸν ἀντ' ἐμοῦ μέλλοντα ἄρχειν ὑμῶν,
οὗ καὶ ὀναίμην ἐν Χριστῷ. ἔρρωσθε θεῷ καὶ Χριστῷ, πεφω-
τισμένοι τῷ ἁγίῳ πνεύματι.
ΠΡOΣ HΡΩNA ΔIAKONON ANTIOΧEIAΣ.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῷ θεοτιμήτῳ καὶ ποθεινοτάτῳ, σε-
μνοτάτῳ, χριστοφόρῳ, πνευματοφόρῳ, γνησίῳ τέκνῳ ἐν πίστει
καὶ ἀγάπῃ, Ἥρωνι διακόνῳ Χριστοῦ, ὑπηρέτῃ θεοῦ, χάρις,
ἔλεος καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος θεοῦ καὶ Χριστοῦ
Ἰησοῦ τοῦ κυρίου ἡμῶν, τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, τοῦ
δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται
ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ σώσῃ εἰς
τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.
Παρακαλῶ σε ἐν θεῷ προσθεῖναι τῷ δρόμῳ σου καὶ ἐκ-
δικεῖν σου τὸ ἀξίωμα. τῆς συμφωνίας τῆς πρὸς τοὺς ἁγίους
φρόντιζε• τοὺς ἀσθενεστέρους βάσταζε, ἵνα πληρώσῃς τὸν νόμον
Χριστοῦ. νηστείαις καὶ δεήσεσι σχόλαζε, ἀλλὰ μὴ ἀμέτρως, ἵνα
μὴ σαυτὸν καταβάλῃς.
οἴνου καὶ κρεῶν μὴ πάντη ἀπέχου•
οὐ γάρ ἐστι βδελυκτά• Tὰ γὰρ ἀγαθὰ τῆς γῆς, φησί, φάγεσθε,
καί• Ἔδεσθε κρέα ὡς λάχανα, καί• Oἶνος εὐφραίνει καρδίαν ἀν-
θρώπου καὶ ἔλαιον ἱλαρύνει καὶ ἄρτος στηρίζει• ἀλλὰ μεμετρη-
μένως καὶ εὐτάκτως, ὡς θεοῦ χορηγοῦντος. τίς γὰρ φάγεται ἢ
τίς πίεται παρὲξ αὐτοῦ; ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγα-
θόν, αὐτοῦ.
τῇ ἀναγνώσει πρόσεχε, ἵνα μὴ μόνον αὐτὸς εἰδῇς
τοὺς νόμους, ἀλλὰ καὶ ἄλλοις αὐτοὺς ἐξηγῇ. νῆφε ὡς θεοῦ ἀθλη-
τής. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγ-
ματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ• ἐὰν δὲ καὶ ἀθλῇ
τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ἀντίψυχόν σου
ἐγὼ ὁ δέσμιος.
Πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ,
κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ,
λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατερ-
γαζόμενος.
εἴ τις ἀρνεῖται τὸν σταυρὸν καὶ τὸ πάθος ἐπαι-
σχύνεται, ἔστω σοι ὡς αὐτὸς ὁ ἀντικείμενος• κἂν ψωμίσῃ τὰ
ὑπάρχοντα πτωχοῖς, κἂν ὄρη μεθιστᾷ, κἂν παραδῷ τὸ σῶμα εἰς
καῦσιν, ἔστω σοι βδελυκτός.
εἴ τις φαυλίζει τὸν νόμον ἢ τοὺς
προφήτας, οὓς ὁ Χριστὸς παρὼν ἐπλήρωσεν, ἔστω σοι ὡς ὁ ἀν-
τίχριστος. εἴ τις ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον, Ἰουδαῖός ἐστιν
χριστοκτόνος.
Χήρας τίμα, τὰς ὄντως χήρας. ὀρφανῶν προΐστασο•
ὁ θεὸς γάρ ἐστιν πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν.
μηδὲν ἄνευ τῶν ἐπισκόπων πρᾶττε• ἱερεῖς γάρ εἰσιν, σὺ δὲ
διάκονος τῶν ἱερέων. ἐκεῖνοι βαπτίζουσιν, ἱερουργοῦσιν, χειροτο-
νοῦσιν, χειροθετοῦσιν• σὺ δὲ αὐτοῖς διακόνει, ὡς Στέφανος ὁ ἅγιος
ἐν Ἱεροσολύμοις Ἰακώβῳ καὶ τοῖς πρεσβυτέροις.
τῶν συν-
άξεων μὴ ἀμέλει• ἐξ ὀνόματος πάντας ἐπιζήτει. μηδείς σου τῆς
νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ
καὶ ἀναστροφῇ.
Oἰκέτας μὴ ἐπαισχύνου• κοινὴ γὰρ ἡμῖν καὶ αὐτοῖς ἡ
φύσις. γυναῖκας μὴ βδελύττου• αὐταί σε γὰρ γεγεννήκασιν καὶ
ἐξέθρεψαν. ἀγαπᾶν οὖν χρὴ τὰς αἰτίας τῆς γεννήσεως, μόνον
δὲ ἐν κυρίῳ• ἄνευ δὲ γυναικὸς ἀνὴρ οὐ παιδοποιήσει• τιμᾶν οὖν
χρὴ τὰς συνεργοὺς τῆς γεννήσεως.
οὔτε ἀνὴρ χωρὶς γυναικὸς
οὔτε γυνὴ χωρὶς ἀνδρός, εἰ μὴ ἐπὶ τῶν πρωτοπλάστων• τοῦ γὰρ
Ἀδὰμ τὸ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τῆς δὲ Eὔας ἐκ τῆς
πλευρᾶς τοῦ Ἀδάμ•
καὶ ὁ παράδοξος δὲ τοκετὸς τοῦ κυρίου
ἐκ μόνης τῆς παρθένου, οὐ βδελυκτῆς οὔσης τῆς νομίμου μίξεως,
ἀλλὰ θεοπρεποῦς τῆς γεννήσεως• ἔπρεπε γὰρ τῷ δημιουργῷ μὴ
τῇ συνήθει ἀποχρήσασθαι γεννήσει, ἀλλὰ τῇ παραδόξῳ καὶ ξένῃ,
ὡς δημιουργῷ.
Ὑπερηφανίαν φεῦγε• ὑπερηφάνοις γὰρ ἀντιτάσσεται
κύριος. ψευδολογίαν βδελύττου• ἀπολεῖς γὰρ πάντας τοὺς λα-
λοῦντας τὸ ψεῦδος. φθόνον φυλάττου• ἀρχηγὸς γὰρ αὐτοῦ ἐστιν
ὁ διάβολος καὶ διάδοχος ὁ Kάϊν, ἀδελφῷ βασκάνας καὶ ἐκ φθόνου
φόνον κατεργασάμενος.
ταῖς ἀδελφαῖς μου παραίνει ἀγαπᾶν
τὸν θεὸν καὶ μόνον ἀρκεῖσθαι τοῖς ἰδίοις ἀνδράσιν• ὁμοίως καὶ
τοῖς ἀδελφοῖς μου παραίνει ἀρκεῖσθαι ταῖς ὁμοζύγοις. παρθένους
φύλαττε ὡς Χριστοῦ κειμήλια. μακρόθυμος ἔσο, ἵνα ᾖς πολὺς
ἐν φρονήσει. τῶν πενήτων μὴ ἀμέλει, ἐν οἷς ἂν εὐπορῇς• ἐλεη-
μοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.
Σεαυτὸν ἁγνὸν τήρει ὡς θεοῦ οἰκητήριον• ναὸς Χρι-
στοῦ ὑπάρχεις, ὄργανον εἶ τοῦ πνεύματος. οἶδας, ὅπως σε ἀνέ-
θρεψα• εἰ καὶ ἐλάχιστός εἰμι, ζηλωτής μου γενοῦ• μίμησαί μου
τὴν ἀναστροφήν. οὐ καυχῶμαι ἐν κόσμῳ, ἀλλ' ἐν κυρίῳ. Ἥρωνι
τῷ ἐμῷ τέκνῳ παραινῶ• Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω.
ὀναίμην σου, παιδίον ποθεινόν, οὗ φύλαξ γένηται ὁ μόνος ἀγέν-
νητος θεὸς καὶ ὁ κύριος Ἰησοῦς Χριστός. μὴ πᾶσιν πίστευε, μὴ
πᾶσιν θάρρει, μηδ' ἐάν τις ὑποκορίζηταί σε• πολλοὶ γάρ εἰσιν
ὑπηρέται τοῦ σατανᾶ, καὶ ὁ ταχὺ ἐμπιστεύων κοῦφος τῇ καρδίᾳ.
Mέμνησο τοῦ θεοῦ, καὶ οὐχ ἁμαρτήσεις ποτέ. μὴ
γίνου δίψυχος ἐν προσευχῇ σου• μακάριος γὰρ ὁ μὴ διστάσας.
πιστεύω γὰρ εἰς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ
εἰς τὸν μονογενῆ αὐτοῦ υἱόν, ὅτι δείξει μοι ὁ θεὸς Ἥρωνα ἐπὶ τοῦ
θρόνου μου• πρόσθες οὖν ἐπὶ τῷ δρόμῳ.
παραγγέλλω σοι ἐπὶ
τοῦ θεοῦ τῶν ὅλων καὶ ἐπὶ τοῦ Χριστοῦ, παρόντος καὶ τοῦ
ἁγίου πνεύματος καὶ τῶν λειτουργικῶν ταγμάτων• φύλαξόν μου
τὴν παραθήκην, ἣν ἐγὼ καὶ ὁ Χριστὸς παρεθέμεθά σοι, καὶ μὴ
ἑαυτὸν ἀνάξιον κρίνῃς τῶν δοχθέντων περί σου θεῷ. παρατίθημί
σοι τὴν ἐκκλησίαν Ἀντιοχέων. Πολυκάρπῳ παρεθέμην ὑμᾶς ἐν
κυρίῳ Ἰησοῦ Χριστῷ.
Ἀσπάζονταί σε οἱ ἐπίσκοποι Ὀνήσιμος, Bίτος, Δαμᾶς,
Πολύβιος καὶ πάντες οἱ ἀπὸ Φιλίππων ἐν Χριστῷ, ὅθεν καὶ ἐπ-
έστειλά σοι.
ἄσπασαι τὸ θεοπρεπὲς πρεσβυτέριον, ἄσπασαι
τοὺς ἁγίους συνδιακόνους σου, ὧν ἐγὼ ὀναίμην ἐν Χριστῷ σαρκί
τε καὶ πνεύματι. ἄσπασαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως με-
γάλου κατ' ὄνομα, οὓς παρατίθημί σοι, ὡς Mωσῆς Ἰησοῦ τῷ μετ'
αὐτὸν στρατηγῷ. καὶ μή σοι φανῇ βαρὺ τὸ λεχθέν• εἰ γὰρ καὶ
μή ἐσμεν τοιοῦτοι, οἷοι ἐκεῖνοι, ἀλλ' οὖν γε εὐχόμεθα γενέσθαι,
ἐπειδὴ καὶ τοῦ Ἀβραάμ ἐσμεν παῖδες.
ἴσχυε οὖν, ὦ Ἥρων,
ἡρωϊκῶς καὶ ἀνδρικῶς• σὺ γὰρ εἰσάξεις ἀπὸ τοῦ νῦν καὶ ἐξάξεις
τὸν λαὸν κυρίου τὸν ἐν Ἀντιοχείᾳ, καὶ οὐκ ἔσται ἡ συναγωγὴ
κυρίου ὡς πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν.
Ἄσπασαι Kασσιανὸν τὸν ξένον μου καὶ τὴν σεμνοτά-
την αὐτοῦ ὁμόζυγον καὶ τὰ φίλτατα αὐτῶν παιδία• οἷς δώσει ὁ
θεὸς εὑρεῖν ἔλεον παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ τῆς εἰς
ἡμᾶς διακονίας• οὓς καὶ παρατίθημί σοι ἐν Χριστῷ.
ἄσπασαι
τοὺς ἐν Λαοδικείᾳ πιστοὺς ἅπαντας κατ' ὄνομα ἐν Χριστῷ. τῶν
ἐν Tαρσῷ μὴ ἀμέλει, ἀλλὰ συνεχέστερον αὐτοὺς ἐπίβλεπε, ἐπι-
στηρίζων αὐτοὺς τῷ εὐαγγελίῳ.
Mάριν τὸν ἐν Nεαπόλει τῇ
πρὸς τῷ Zαρβῷ ἐπίσκοπον προσαγορεύω ἐν κυρίῳ. πρόσειπε δὲ
καὶ τὴν σεμνοτάτην Mαρίαν τὴν θυγατέρα μου τὴν πολυμαθε-
στάτην καὶ τὴν κατ' οἶκον αὐτῆς ἐκκλησίαν, ἧς ἀντίψυχον γενοίμην,
τὸ ἐξεμπλάριον τῶν εὐσεβῶν γυναικῶν.
ὑγιαίνοντά σε καὶ ἐν
πᾶσιν εὐδοκιμοῦντα ὁ πατὴρ τοῦ Χριστοῦ δι' αὐτοῦ τοῦ μονογε-
νοῦς φυλάττοι ἐπὶ μήκιστον βίου χρόνον εἰς ὠφέλειαν τῆς τοῦ
θεοῦ ἐκκλησίας. ἔρρωσο ἐν κυρίῳ καὶ προσεύχου, ἵνα τελειωθῶ.
ΠΡOΣ ΦIΛIΠΠHΣIOΥΣ.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ ἠλεημένῃ ἐν πίστει
καὶ ὑπομονῇ καὶ ἀγάπῃ ἀνυποκρίτῳ, τῇ οὔσῃ ἐν Φιλίπποις,
ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ,
ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
Mεμνημένοι τῆς ἀγάπης ὑμῶν καὶ τῆς ἐν Χριστῷ σπου-
δῆς, ἧς ἐνεδείξασθε εἰς ἡμᾶς, πρέπον ἡγησάμεθα γράψαι πρὸς
τὴν φιλάδελφον ὑμῶν κατὰ θεὸν ψυχικὴν ἀγάπην, ὑπομιμνήσκειν
ὑμᾶς τοῦ ἐν Χριστῷ ὑμῶν δρόμου, ἵνα τὸ αὐτὸ λέγητε πάντες,
σύμψυχοι, τὸ ἓν φρονοῦντες, τῷ αὐτῷ κανόνι τῆς πίστεως
στοιχοῦντες, ὡς καὶ Παῦλος ὑμᾶς ἐνουθέτει.
εἰ γὰρ εἷς ἐστιν
ὁ τῶν ὅλων θεὸς ὁ πατὴρ τοῦ Χριστοῦ, ἐξ οὗ τὰ πάντα, εἷς δὲ
καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ,
ὁ τῶν ὅλων κύριος, δι' οὗ τὰ πάντα, ἓν δὲ καὶ πνεῦμα ἅγιον
τὸ ἐνεργῆσαν ἐν Mωσῇ καὶ προφήταις καὶ ἀποστόλοις, ἓν δὲ καὶ
τὸ βάπτισμα τὸ εἰς τὸν θάνατον τοῦ κυρίου διδόμενον, μία δὲ καὶ
ἡ ἐκλεκτὴ ἐκκλησία•
μία ὀφείλει εἶναι καὶ ἡ κατὰ Χριστὸν
πίστις. εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ
πατὴρ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
Eἷς οὖν θεὸς καὶ πατήρ, καὶ οὐ δύο οὐδὲ τρεῖς• εἷς ὁ
ὤν, καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μόνος ἀληθινός. κύριος γάρ,
φησίν, ὁ θεός σου, κύριος εἷς ἐστιν, καὶ πάλιν• Oὐχ εἷς θεὸς
ἔκτισεν ἡμᾶς, οὐχ εἷς πατὴρ πάντων ἡμῶν;
εἷς δὲ καὶ υἱός,
λόγος θεός. ὁ μονογενὴς γάρ, φησίν, ὁ ὢν εἰς τοὺς κόλπους
τοῦ πατρός, καὶ πάλιν• Eἷς κύριος Ἰησοῦς Χριστός, καὶ ἐν ἄλλῳ•
Tί ὄνομα αὐτῷ ἢ τί ὄνομα τῷ υἱῷ, ἵνα γνῶμεν;
εἷς δὲ καὶ
ὁ παράκλητος. ἓν γάρ, φησίν, καὶ πνεῦμα, ἐπειδὴ ἐκλήθημεν
ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν, καὶ πάλιν• Ἓν πνεῦμα ἐπο-
τίσθημεν καὶ τὰ ἑξῆς. πάντα δὲ ταῦτα, τὰ χαρίσματα δηλον-
ότι, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.
οὔτε οὖν τρεῖς πατέ-
ρες οὔτε τρεῖς υἱοὶ οὔτε τρεῖς παράκλητοι, ἀλλ' εἷς πατὴρ καὶ εἷς
υἱὸς καὶ εἷς παράκλητος. διὸ καὶ ὁ κύριος ἀποστέλλων τοὺς ἀπο-
στόλους μαθητεῦσαι πάντα τὰ ἔθνη, ἐνετείλατο αὐτοῖς βαπτί-
ζειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου
πνεύματος, οὔτε εἰς ἕνα τριώνυμον οὔτε εἰς τρεῖς ἐνανθρωπήσαν-
τας, ἀλλ' εἰς τρεῖς ὁμοτίμους.
Eἷς γὰρ ὁ ἐνανθρωπήσας, οὔτε ὁ πατὴρ οὔτε ὁ παρά-
κλητος, ἀλλὰ μόνον ὁ υἱός, οὐ δοκήσει, οὐ φαντασίᾳ ἀλλ' ἀληθείᾳ•
ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ
οἶκον.
καὶ ἐγεννήθη ὡς ἄνθρωπος ὁ θεὸς λόγος μετὰ σώ-
ματος ἐκ τῆς παρθένου ἄνευ ὁμιλίας ἀνδρός• ἡ παρθένος γὰρ ἐν
γαστρὶ λήψεται καὶ τέξεται υἱόν. ἀληθῶς οὖν ἐγεννήθη, ἀλη-
θῶς ηὐξήθη, ἀληθῶς ἔφαγεν καὶ ἔπιεν, ἀληθῶς ἐσταυρώθη καὶ
ἀπέθανεν καὶ ἀνέστη.
ὁ ταῦτα πιστεύσας, ὡς ἔχει, ὡς γεγέ-
νηται, μακάριος• ὁ ταῦτα μὴ πιστεύσας ἐναγής, οὐχ ἧττον τῶν
τὸν κύριον σταυρωσάντων. ὁ γὰρ ἄρχων τοῦ κόσμου τούτου
χαίρει, ὅταν τις ἀρνῆται τὸν σταυρόν• ὄλεθρον γὰρ ἑαυτοῦ γινώ-
σκει τὴν ὁμολογίαν τοῦ σταυροῦ. τοῦτο γάρ ἐστιν τὸ τρόπαιον
κατὰ τῆς αὐτοῦ δυνάμεως, ὅπερ ὁρῶν φρίττει καὶ ἀκούων φοβεῖται.
Kαὶ πρὶν μὲν γένηται ὁ σταυρός, ἔσπευδεν γενέσθαι
τοῦτο, καὶ ἐνήργει ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐνήργει ἐν Ἰούδᾳ,
ἐν Φαρισαίοις, ἐν Σαδδουκαίοις, ἐν πρεσβύταις, ἐν νέοις, ἐν ἱερεῦ-
σιν. μέλλοντος δὲ γίνεσθαι θορυβεῖται καὶ μετάμελον ἐμβάλλει
τῷ προδότῃ καὶ βρόχον αὐτῷ δείκνυσιν καὶ ἀγχόνην διδάσκει•
φοβεῖ δὲ καὶ τὸ γύναιον, ἐν ὀνείροις αὐτὸ καταταράττων,
καὶ
παύειν πειρᾶται τὰ κατὰ τὸν σταυρόν, ὁ πάντα κάλων κινῶν εἰς
τὴν αὐτοῦ κατασκευήν• οὐ μεταγινώσκων ἐπὶ τῷ τοσούτῳ κακῷ
(εἰ γὰρ ἄν, οὐ πάντα ἦν πονηρός), ἀλλ' ἐπῄσθετο τῆς ἑαυτοῦ
ἀπωλείας• ἀρχὴ γὰρ αὐτῷ καταδίκης ὁ τοῦ Χριστοῦ σταυρός, ἀρ-
χὴ θανάτου, ἀρχὴ ἀπωλείας.
διὸ καὶ ἔν τισιν ἐνεργεῖ ἀρ-
νεῖσθαι τὸν σταυρόν, τὸ πάθος ἐπαισχύνεσθαι, τὸν θάνατον δό-
κησιν καλεῖν, τὴν ἐκ παρθένου γέννησιν περικόπτειν, τὴν φύσιν
αὐτὴν διαβάλλειν ὡς μυσεράν. Ἰουδαίοις συμμαχεῖ εἰς ἄρνησιν
τοῦ σταυροῦ, Ἕλλησιν εἰς συκοφαντίαν μαγείας, αἱρετικοῖς εἰς
φαντασίαν.
ποικίλος γάρ ἐστιν ὁ τῆς κακίας στρατηγός, κλε-
ψίνους, ἄστατος, ἑαυτῷ ἐναντίος καὶ ἄλλα μὲν προβαλλόμενος,
ἕτερα δὲ δεικνύς• σοφὸς γάρ ἐστι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν
ὅ τί ποτέ ἐστιν ἀγνοεῖ, ἀγνοίας πεπλήρωται δι' ἑκούσιον παρά-
νοιαν. πῶς γὰρ οὐκ ἔστιν τοιοῦτος, ὃς μηδὲ πρὸ ποδῶν τὸν ἑαυ-
τοῦ λόγον βλέπει;
Eἰ γὰρ ψιλὸς ἄνθρωπος ὁ κύριος ἐκ ψυχῆς καὶ σώματος,
τί περικόπτεις τὴν γέννησιν τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως;
τί δὲ ὡς παράδοξόν τι ἐπ' ἀνθρώπου γενόμενον τὸ πάθος δόκη-
σιν καλεῖς καὶ τὸν θάνατον τοῦ θνητοῦ δόξαν νομίζεις;
εἰ δὲ
θεὸς καὶ ἄνθρωπος, τί παράνομον καλεῖς τὸν τῆς δόξης κύριον,
τὸν τῇ φύσει ἄτρεπτον; τί παράνομον λέγεις τὸν νομοθέτην, τὸν
οὐκ ἀνθρωπείαν ψυχὴν ἔχοντα; ὁ λόγος σὰρξ ἐγένετο, ὁ λόγος
ἄνθρωπος, οὐκ ἐν ἀνθρώπῳ κατοικήσας.
πῶς δὲ καὶ μάγος
οὗτος, ὁ πάλαι μὲν πᾶσαν αἰσθητὴν καὶ νοητὴν φύσιν κατασκευά-
σας γνώμῃ πατρός, ἐν δὲ τῇ ἐνανθρωπήσει πᾶσαν νόσον καὶ μα-
λακίαν θεραπεύσας;
Πῶς δὲ οὐχ οὗτος θεός, ὁ νεκροὺς ἀνιστῶν, χωλοὺς ἀρ-
τίους ἀποστέλλων, λεπροὺς καθαρίζων, τυφλοὺς ὀμματῶν, τὰ ὄντα
ἢ αὔξων ἢ μεταβάλλων ὡς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο
ἰχθύας καὶ τὸ ὕδωρ εἰς οἶνον, τὸν δὲ σὸν στρατὸν ῥήματι μόνον
φυγαδεύων;
τί δὲ κακίζεις τὴν φύσιν τῆς παρθένου καὶ τὰ
μόρια ἀποκαλεῖς αἰσχρά, πάλαι ταῦτα πομπεύων καὶ γυμνοῦσθαι
κελεύων ἄρρενας μὲν εἰς ὄψιν θηλειῶν, θηλείας δὲ εἰς ἀκόλαστον
ἐπιθυμίαν ἀρρένων;
νῦν αἰσχρά σοι ταῦτα νενόμισται, καὶ
σεμνὸς εἶναι προσποιῇ, σὺ τὸ τῆς πορνείας πνεῦμα, ἀγνοῶν, ὅτι
τότε γίνεται αἰσχρόν τι, ὅταν παρανομίᾳ •υπανθῇ, ἁμαρτίας δὲ
ἀπούσης οὐδὲν τῶν γενομένων αἰσχρόν, οὐδὲν φαῦλον, ἀλλὰ πάντα
καλὰ λίαν• καὶ σὺ μὴ βλέπων κακίζεις αὐτά;
Πῶς δὲ πάλιν οὐκέτι σοι δοκεῖ ὁ Χριστὸς εἶναι ἐκ
τῆς παρθένου, ἀλλ' ὁ ἐπὶ πάντων θεός, ὁ ὤν, ὁ παντοκράτωρ;
τίς οὖν ὁ τοῦτον ἀποστείλας, εἰπέ• τίς ὁ τούτου κυριεύων, γνώμῃ
δὲ τίνος οὗτος ἐπειθάρχησεν, νόμων δὲ ποίων πληρωτὴς γέγονεν,
ὁ μήτε γνώμῃ τινὸς μήτε ἐξουσίᾳ εἴκων;
καὶ τὸν Χριστὸν
ἐξαιρῶν τῆς γεννήσεως, τὸν ἀγέννητον νομοθετεῖς γεγεννῆσθαι
καὶ σταυρῷ προσηλῶσθαι τὸν ἄναρχον• τίνος συγχωρήσαντος, οὐκ
ἔχω εἰπεῖν.
ἀλλὰ γὰρ οὐ λέληθάς με τοῦ παλιμβόλου οὐδ'
ἀγνοῶ, ὅτι διάλοξα καὶ δίδυμα βαίνεις• ἀγνοεῖς δὲ σύ, τίς ὁ γεν-
νηθείς, ὁ πᾶν εἰδέναι προσποιούμενος.
Πολλὰ γάρ σε λανθάνει• ἡ παρθενία Mαρίας, ὁ παρά-
δοξος τοκετός, ὅστις ὁ ἐν τῷ σώματι, ὁ ἡγούμενος ἀστὴρ τῶν
ἐν ἀνατολῇ, τῶν τὰ δῶρα κομιζόντων μάγων, ἀρχαγγέλου ἀσπα-
σμὸς πρὸς παρθένον, παρθένου παράδοξος σύλληψις μεμνηστευμέ-
νης, παιδὸς προδρόμου κηρυκεία ἐπὶ τῷ ἐκ τῆς παρθένου καὶ ἐν
κοιλίᾳ σκίρτησις ἐκ τοῦ προθεωρουμένου,
ἀγγέλων ὕμνοι ἐπὶ
τῷ τεχθέντι, ποιμένων εὐαγγελία, Ἡρóδου φόβος ἐπὶ ἀφαιρέσει
βασιλείας, νηπιοκτόνον πρόσταγμα, εἰς Aἴγυπτον μετανάστασις, ἐκεῖ-
θεν ἐπὶ τὰ τῇδε ἐπάνοδος, σπάργανα παιδικά, ἀπογραφὴ ἀνθρω-
πίνη, γαλακτοτροφία, ὄνομα πατρὸς οὐ σπείραντος, φάτνη διὰ τὸ μὴ
εἶναι τόπον, οὐδεμία παρασκευὴ ἀνθρωπίνη, αὐξήσεως προκοπή, ἀν-
θρώπινα ῥήματα, πεῖνα, δίψα, ὁδοιπορία, κόπος, θυσιῶν προσκομι-
δαί, ἐπειδὴ καὶ περιτομή,
βάπτισμα, φωνὴ θεοῦ ἐπὶ τῷ βαπτιζο-
μένῳ, ὅστις καὶ πόθεν, μαρτυρία πνεύματος καὶ θεοῦ ὑπεράνωθεν,
φωνὴ Ἰωάννου προφήτου σημαίνουσα πάθος διὰ τῆς τοῦ ἀμνοῦ
προσηγορίας, σημείων διαφόρων ἐνέργειαι, ἰάσεις ποικίλαι, ἐπιτί-
μησις δεσποτικὴ προστάττουσα θαλάττῃ καὶ ἀνέμοις, πνεύματα
πονηρὰ φυγαδευόμενα, σεαυτὸν στρεβλούμενον, ἐκ τῆς τοῦ φαι-
νομένου δυνάμεως αἰκιζόμενον, οὐκ ἔχοντα ὅ τι ποιήσῃς.
ταῦθ'
ὁρῶν ἰλιγγιᾷς, καὶ ὅτι παρθένος ἡ τεκοῦσα, ἠγνόεις• ἀλλ' ἐξέπλητ-
τέν σε ἡ τῶν ἀγγέλων ὑμνολογία, ἡ τῶν μάγων προσκύνησις, ἡ
τοῦ ἀστέρος ἐπιτολή. εἰς ἄγνοιαν σὺ παλινδρομεῖς διὰ τὰ εὐτελῆ•
μικρὰ γάρ σοι δοκεῖ σπάργανα, φάτνη, περιτομή, γαλακτοτροφία•
ἀνάξιά σοι ταῦτα κατὰ θεοῦ καταφαίνεται.
Πάλιν εἶδες ἄνθρωπον τεσσαράκοντα ἡμέρας καὶ νύκτας
ἄγευστον μείναντα τροφῆς ἀνθρωπίνης, ἀγγέλους διακονοῦντας,
οὓς καὶ ἔφριττες, ἰδὼν πρῶτον ὡς κοινὸν ἄνθρωπον βαπτιζόμενον
καὶ τὴν αἰτίαν ἀγνοῶν• μετὰ δὲ τὴν νηστείαν πεινῶντι κατεθάρ-
σεις πάλιν καὶ ἐπείραζες ὡς κοινὸν ἄνθρωπον, ἀγνοῶν, ὅστις εἴη.
ἔλεγες γάρ• Eἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι
ἄρτοι γένωνται. τὸ γὰρ εἰ υἱὸς εἶ τοῦ θεοῦ ἀγνοίας ἐστίν•
εἰ γὰρ ὄντως ἐγίνωσκες, ἠπίστω, ὅτι δημιουργῷ καὶ τὸ μὴ ὂν
ποιῆσαι καὶ τὸ ὂν μεταβαλεῖν ἐπ' ἴσης δυνατόν.
καὶ διὰ γα-
στρὸς πειράζεις τὸν τρέφοντα πάντας τοὺς τροφῆς δεομένους, καὶ
πειράζεις τὸν τῆς δόξης κύριον, ἐπιλαθόμενος ἐκ κακονοίας, ὅτι
οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥή-
ματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
εἰ γὰρ ᾔδεις, ὅτι
υἱὸς θεοῦ ἦν, ἐγίνωσκες ἄν, ὅτι ὁ ἐν τεσσαράκοντα ἡμέραις καὶ
ἰσαρίθμοις νυξὶν ἀνενδεὲς ποιήσας τὸ φθαρτὸν σῶμα καὶ εἰς τὸ
διηνεκὲς ἐδύνατο τοῦτο ποιῆσαι. διὰ τί οὖν πεινᾷ; ἵνα δείξῃ,
ὅτι κατ' ἀλήθειαν ἀνέλαβε σῶμα ὁμοιοπαθὲς ἀνθρώποις. διὰ μὲν
τοῦ πρώτου ἔδειξεν, ὅτι θεός, διὰ δὲ τοῦ δευτέρου, ὅτι καὶ ἄν-
θρωπος.
Σὺ οὖν, ὁ ἐκπεσὼν ἐκ τῆς ὑψηλοτάτης δόξης ὡς ἀστραπή,
τολμᾷς λέγειν τῷ κυρίῳ• Bάλε σεαυτὸν ἐντεῦθεν κάτω, ᾧ τὰ
ἐνόντα λελόγισται ὡς μὴ ὄντα, καὶ εἰς κενοδοξίαν προκαλεῖσθαι
τὸν οὐκ ἐπιδεικτιῶντα;
καὶ προσποιῇ τὴν γραφὴν ἀναγινώσκειν
περὶ αὐτοῦ• Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σου, καὶ
ἐπὶ χειρῶν ἀροῦσί σε, τοῦ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα
σου; καὶ τὰ λοιπὰ προσποιῇ ἀγνοεῖν κλέπτων, ἃ περί σου καὶ
τῶν σῶν προπόλων προεφήτευσεν• Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον
ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα;
Eἰ τοίνυν σὺ πάτημα τῶν ποδῶν τοῦ κυρίου, πῶς πει-
ράζεις τὸν ἀπείραστον, ἐπιλαθόμενος τοῦ νομοθέτου παρακελευο-
μένου, ὅτι οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ἀλλὰ καὶ τολ-
μᾷς, ἐναγέστατε, τὰ τοῦ θεοῦ ἔργα οἰκειοῦσθαι καί σοι παραδε-
δόσθαι λέγειν τὴν τούτων ἀρχήν• καὶ τὴν σὴν πτῶσιν προτείνεις
τῷ κυρίῳ καὶ διδόναι τὰ αὐτοῦ αὐτῷ ἐπαγγέλλῃ, ἐὰν πεσὼν ἐπὶ
τῆς γῆς προσκυνήσῃ σοι;
καὶ πῶς οὐκ ἔφριξας τοιαύτην
φωνὴν κατὰ τοῦ δεσπότου προήκασθαι, ὦ πάντων πονηρῶν πνευ-
μάτων πονηρότερον ἐκ κακονοίας πνεῦμα; διὰ γαστρὸς ἡττήθης καὶ
διὰ κενοδοξίας ἠτιμάσθης, διὰ φιλοχρηματίας καὶ φιλαρχίας εἰς ἀσέ-
βειαν ἐφέλκῃ.
σὺ ὁ Bελίαρ, ὁ δράκων, ὁ ἀποστάτης, ὁ σκο-
λιὸς ὄφις, ὁ τοῦ θεοῦ ἀποστάς, ὁ τοῦ Χριστοῦ χωρισθείς, ὁ τοῦ
ἁγίου πνεύματος ἀλλοτριωθείς, ὁ τοῦ χοροῦ τῶν ἀγγέλων ἐξωσθείς,
ὁ τῶν νόμων τοῦ θεοῦ ὑβριστής, ὁ τῶν νομίμων ἐχθρός, ὁ τοῖς
πρωτοπλάστοις ἐπαναστὰς καὶ τῆς ἐντολῆς κινήσας τοὺς οὐδὲν
ἀδικήσαντάς σε, ὁ τῷ Ἄβελ ἐπαναστήσας τὸν ἀνθρωποκτόνον Kάϊν,
ὁ τῷ Ἰὼβ ἐπιστρατεύσας, λέγεις τῷ κυρίῳ• Ἐὰν πεσὼν προσ-
κυνήσῃς μοι;
ὢ τῆς τόλμης, ὢ τῆς παραπληξίας• δοῦλος
δραπέτης, δοῦλος μαστιγίας, ἀφηνιάσας τοῦ καλοῦ δεσπότου, δε-
σπότῃ τηλικούτῳ, θεῷ πάντων τῶν νοητῶν καὶ αἰσθητῶν λέγεις•
Ἐὰν πεσὼν προσκυνήσῃς μοι;
Ὁ δὲ κύριος μακροθυμεῖ καὶ οὐκ εἰς τὸ μὴ ὂν ἀναι-
ρεῖ τὸν ἀπὸ ἀγνοίας τοιαῦτα θρασυνόμενον, ἀλλὰ πράως ἀποκρί-
νεται• Ὕπαγε σατανᾶ.
οὐκ εἶπεν• Ὕπαγε ὀπίσω μου (οὐ
γὰρ ὑποστρέψαι οἷός τε), ἀλλ'• Ὕπαγε σατανᾶ, ἐν οἷς ἐπελέξω•
ὕπαγε, ἐν οἷς ἠρεθίσθης ἐκ κακονοίας• ἐγὼ γὰρ ὅστις εἰμὶ γινώ-
σκω καὶ ὑπὸ τίνος ἀπέσταλμαι καὶ ὃν χρὴ προσκυνεῖν ἐπίσταμαι.
κύριον γάρ, φησίν, τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ
μόνῳ λατρεύσεις.
οἶδα τὸν ἕνα, ἐπίσταμαι τὸν μόνον, οὗ σὺ
ἀποστάτης γέγονας. οὔκ εἰμι ἀντίθεος, ὁμολογῶ τὴν ὑπεροχήν,
καὶ οὐ παραιτοῦμαι προσκυνεῖν ἐκείνῳ, ὃν ἐπίσταμαι τὸν τῆς ἐμῆς
γεννήσεως αἴτιον καὶ κύριον καὶ ὑποστάσεως φύλακα• ἐγὼ γὰρ
ζῶ διὰ τὸν πατέρα.
Tαῦτα, ἀδελφοί, ἀπὸ διαθέσεως τῆς πρὸς ὑμᾶς ἠναγ-
κάσθην ἐπιστεῖλαι εἰς δόξαν θεοῦ παραινῶν, οὐκ ὤν τι, ἀλλ' ὡς
ἀδελφός. ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, τοῖς πρεσβυτέροις, τοῖς δια-
κόνοις• ἀγαπᾶτε ἀλλήλους ἐν κυρίῳ ὡς θεοῦ ἀγάλματα.
ὁρᾶτε
οἱ ἄνδρες, ὡς ἴδια μέλη τὰς γαμετὰς στέργετε• αἱ γυναῖκες, ὡς
ἓν οὖσαι τῇ συναφείᾳ, στέργετε τοὺς ἑαυτῶν ἄνδρας. εἴ τις ἁγνεύει
ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν.
τὰς
ἑορτὰς μὴ ἀτιμάζετε• τὴν τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε (μίμησιν
γὰρ περιέχει τῆς τοῦ κυρίου πολιτείας) καὶ τὴν τοῦ πάθους ἑβδο-
μάδα μὴ παρορᾶτε• τετράδα καὶ παρασκευὴν νηστεύετε, πένησιν
ἐπιχορηγοῦντες τὴν περισσείαν. εἴ τις κυριακὴν ἢ σάββατον νη-
στεύει πλὴν ἑνὸς σαββάτου, οὗτος χριστοκτόνος ἐστίν.
Aἱ προσευχαὶ ὑμῶν ἐκταθείησαν εἰς τὴν Ἀντιοχείας
ἐκκλησίαν, ὅθεν καὶ δέσμιος ἀπάγομαι εἰς Ῥώμην. ἀσπάζομαι τὸν
ἅγιον ἐπίσκοπον Πολύκαρπον, ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον
Bιτάλιον καὶ τὸ ἱερὸν πρεσβυτέριον καὶ τοὺς συνδούλους μου τοὺς
διακόνους• ὧν ἐγὼ ἀντίψυχον γενοίμην.
ἔτι συντάσσομαι τῷ
ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις ἐν κυρίῳ• εἴ τις μετὰ Ἰουδαίων
ἐπιτελεῖ τὸ πάσχα ἢ τὰ σύμβολα τῆς ἑορτῆς αὐτῶν δέχεται, κοι-
νωνός ἐστι τῶν ἀποκτεινάντων τὸν κύριον καὶ τοὺς ἀποστόλους
αὐτοῦ.
Ἀσπάζονται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι.
ἀσπάζομαι τὸ σύστημα τῶν παρθένων, τὸ τάγμα τῶν χηρῶν• ὧν
καὶ ὀναίμην. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου.
ἀπέστειλα ὑμῖν ταῦτά μου τὰ γράμματα διὰ Eὐφανίου τοῦ ἀνα-
γνώστου, ἀνδρὸς θεοτιμήτου καὶ πιστοτάτου, συντυχὼν περὶ Ῥή-
γιον, ἀναγομένου ἐν πλοίῳ. μέμνησθέ μου τῶν δεσμῶν, ἵνα
τελειωθῶ ἐν Χριστῷ.
ἔρρωσθε σαρκί, ψυχῇ, πνεύματι, τέλεια
φρονοῦντες, ἀποστρεφόμενοι τοὺς ἐργάτας τῆς ἀνομίας καὶ τοῦ
λόγου τῆς ἀληθείας φθορεῖς, ἐνδυναμούμενοι ἐν τῇ χάριτι τοῦ
κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
|